Ancient Greek
386.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 386.5
Unproofread scanNot analysed yet
Περί νόμων εἰσφοράς. Αἱ δὲ τῶν νόμων εἰσφοραὶ μετὰ περιστάσεως, καὶ τὰ λοιπά. Αἱ γὰρ ἄνευ αἰτίας· αἱ ἄνευ περιστάσεως οἱδὲ προβλήματά εἰσιν, ὡς ἡ θέσις· ποίαν γὰρ ἔχουσι διήγησιν μὴ ἔχουσαν πρᾶγμα· μὴ οὖσης δὲ διηγήσεως μηδὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὔδὲ πρόβλημα ἔσται, ἀλλὰ ψιλὸν πρὸγύμνασμα. β’. Ἐὰν δὲ γράφωμεν· ὁ τιθείς νόμον τοῦ λύοντος χρησιμώτερός ἐστιν· ὁ μὲν γὰρ λύων πειραθεὶς τοῦ κακοῦ οὕτως ἐγένετο φρονιμώτερος, ὁ δὲ ἐπ’ ἀδήλοις ἐτίθει.