Ancient Greek
394.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 394.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ τιθεμένων τὴν λύσιν· οὔδε γὰρ ἀρκεῖ ἁπλῶς εἰς πειθὰ τῶν ἀκουόντων τὸ προβάλλεσθαι κεφάλαιόν 5 τινος τῶν στάσεων, ὡς ἐν αὐταῖς ἐδίδασξεν, ἀλλὰ τὸ κατασκευάσαι αὐτό, καὶ ἀποδεῖξαι ἢ τὸ προστεθὲν 6 παρ’ ἡμῶν ἀληθὲς, ἢ τὸ προβληθὲν ὑπὸ τῶν 7 ἐναντίων ψευδές· διὰ τοῦτο ἡ τελεία διδασκαλία τῶν κεφαλαίων ἐν τῇ περὶ εὕρεσεως πραγματείᾳ ἐκδέδοται· οὗν ἐν 8 τοῖς προλεγόμενοις τῶν στάσεων φησι· ,,περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γίνεται· ἐστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ 9 περὶ εὐρέσεως. “πᾶσα γὰρ διδασκαλία τῆς διαιρέσεως τῶν κεφαλαίων ἑκάστης στάσεως ἐν ταύτῃ τῇ πραγματείᾳ 10 τοῦ τρίτου τόμου εὑρίσκεται τὴν ἀρχὴν ἔχουσα. β’. Καὶ ὅσα ἑκάστης· ἴδια 11 μὲν ὥσπερ στοχασμοῦ μόνου ἐλέγχων ἀπαίτησις, βούλησις, 12 δύναμις· κοινὰ δέ, ὡς ἀντίληψις καὶ μετάληψις, καὶ εἴ τι τοιοῦτον· τὰ 13 τούτων δὲ διάφορα, οἷον 14 ὅτι εἰ καὶ κοινὸν τὸ ἐν στοχασμῷ παραγραφικὸν πρὸς τὸ ἐν μεταλήψει, ἀλλ’ οὖν ἔχει τι καὶ διάφορον· ἐν μὲν γὰρ στοχασμῷ διαβολὴ ἐστι φίλη τοῦ ἀγώνος, καὶ οἷον εἰπεῖν ἀνάπνευσις τοῦ φεύγοντος· ἐν μετάλήσει δὲ 15 καὶ μάλιστα τῇ ἐγγράφῳ τελεία ἐκβολή. γ’. Λύσει τῇ καὶ ἀνθυποφορᾷ· διαφέρει 16 ἀνθυποφορὰ καὶ ἀντίθεσις καὶ ἀντιπίπτον· ἀντιπίπτον μὲν γὰρ ἐστιν, ὅταν οἶδεν, ὅτι 17 μέλλει αὐτῷ 18 τις ἀντι-