Ancient Greek
395.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 395.3
Unproofread scanNot analysed yet
Περὶ ἐπιχειρημάτων. Ἔτιε οὖν εἰσάγοιμεν ἡμεῖς κεφάλαιον, καὶ τὰ ἕξης. Ἐπιχείρημά ἐστιν, ὡς φησι Νεοχλῆς, 1 συλλογισμὸς μετὰ τῆς οἰκείας τῶν μερῶν ἀποδείξεως· ἄλλοι δὲ οὕτως· ἐπιχείρημά ἐστι λόγος ἐξωθεν λαμβανόμενος πρὸς ἀπόδειξιν τῶν 2 ὑποκειμένων. τῶν δὲ ἐπιχειρημάτων τὰ μέν ἐστι διδασκαλικά, ὅποσα ἐκ τῶν κοινῶν ἐννοιῶν ἢ τῶν ὑποκειμένων πραγμάτων, ἢ τῶν παρακολουθούντων τῇ 3 περιστάσει εἰκότων ἢ τεκμηρίων 4 ποιεῖται τὴν πίστιν. τὰ δὲ ἐστι δυσωπητικά 5 μόνον, ὁποῖα τυγχάνει ὄντα τὰ ὁμοιωματικά, 6 κατ' ἐνίους δὲ παραδειγματικά καλοῦμενα· τούτων δὲ Νεοχλῆς φησι τυγχάνειν εἴδη 7 τρία, εἰκόνα, παραβολήν, παράδειγμα· εἰκὼν μὲν οὖν ἐστι σώματος σώματι παράθεσις. οἷον ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου καὶ τῶν ἄλλων τοιούτων τὰ κάτωθεν ἰσχυρότατα εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων. παραβολὴ δὲ πράγματος οἷον τε γενέσθαι ἀπομνημόνευσις εἰς ὁμοίωσιν τοῦ γενομένου· 8 οἷον