Ancient Greek
414.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 414.3
Unproofread scanNot analysed yet
Περὶ τάξεως ἐπιχειρημάτων. Ἡ δὲ τάξις τῶν ἐπιχειρημάτων διπλή, καὶ τὰ ἕξης. Ἀποδεικτικὰ φησι τὰ στασιαζόμενα, τὰ ἀγωνιστικὰ, πανηγυρικὰ δὲ τὰ φαιδρὰ καὶ ὁμολογούμενα, καὶ αὐξητικὰ· τὸ δὲ πολιτικῆς ἐρμηνείας ἀντὶ τοῦ ἐναγωνίου φράσεως· ἀποδεικτικώτατα δὲ τῶν ἐπιχειρημάτων τὰ ἀπὸ τῆς αἰτίας καὶ τοῦ ἐναντίου· κοινῷ γὰρ λόγῳ τὴν ἐργασίαν ἐπιχείρημα καλεῖ· τὰ δὲ ἀπὸ παραδείγματος καὶ τρόπου καὶ τῶν λοιπῶν περιστατικῶν πανηγυρικὰ εἰσι. καὶ δῆλον ἐντεῦθεν· τὰ μὲν γὰρ ἀπὸ τοῦ προσώπου τοῖς ἐγκωμιαστικοῖς ἐργάζεται, τὰ δὲ ἀπὸ τῶν πραγμάτων ἐκ τῆς ὁμοιότητος αὐτῶν τοὔτεστι τῶν παραδειγμάτων, ἃ ἐπίμονὴν λαμβάνοντα εἰς πνεῦμα