Ancient Greek
419.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 419.6
Unproofread scanNot analysed yet
Μνημονεύσας ἐν τῷ τρίτῳ τόμῳ περὶ προκατασκευῆς καὶ βιαίου, εἶτα περὶ κεφαλαίων εἰσαγωγῆς καὶ τῶν ἄλλων, νῦν περὶ τῶν σχημάτων βούλεται λέγειν· πλὴν περὶ τοῦ στρογγύλου σχήματος οὐδαμοῦ διαλαμβάνει· εἰπὼν γὰρ ὅτι τὰ πολιτικὰ ἐκφέρεσθαι δεῖ πάντα ἐνθυμήματα στρογγύλως κατὰ τὴν σύγκρισιν, οὕτω γὰρ δριμύτητος πλειονος δόξαν ἀποσέρρονται, ἢ εἴ τις αὐτὰ ἀπλώσοι τῷ λόγῳ ἡπλωμένῳ παραδείγματι ἐχρῆσατο καὶ οἱ στρογγύλῳ, ὁποῖῳ δεῖ κεχρῆσθαι ἐν τοῖς πολιτικοῖς, αἰτίαν μόνον προβαλλόμενος τὴν τοῦ Δημοσθένους χρήσιν· ὡς αὐτοῦ ἐν τῷ πολιτικῷ ἐπιχειρήματι ἡπλωμένῳ σχήματι χρησαμένου καὶ οὐ στρογγύλῳ· ἵσως 2 οὖν ὡς φιλοσύντομος τὸ ἡπλωμένον 3 διδάξας, τὸ ἐναντίον αἰτοῦ νοεῖν ἡμᾶς εἴασεν, ὅπερ οὐχ ἔστι σαφοῦς διδασκαλίας· ἐστι τοίνυν στρογγύλον λόγος σύντομος· ἐξ ἀντιθέσεως ἢ συγκρίσεως συμπλεκόμενος μετὰ δριμύτητος ἐλέγχων τὸν ἐναντίον· ὡς τὸ, ὥσπερ γὰρ 4 εἴ τις ἐκείνων ἕλω, σὺ τἀδ´ οὐχ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἀλῶς, ἄλλος οὐ γράψει. β´. Τῇ τάξει δὲ ἐνταῦθἁ·