Ancient Greek
428.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 428.4
Unproofread scanNot analysed yet
Περὶ πνεύματος. Δεῖ τοίνυν τὸν μέλλοντα λέγειν τὰ ποῖα τῶν νοημάτων κατὰ πνεῦμα ἐξενεχθήσεται καὶ τὰ λοιπά. Ἐπωδῶ μετροῦμενον· οἱ ἀρχαῖοι ἐποίουν στί-χους δύο μειζῶνς καὶ ἕνα ἐλάττονα· τῶν οὖν μειζόνων τὸν πρότερον στροφὴν ἐκάλουν· περὶ τὸν βωμὸν ἐν ταῖς ἑορ-ταῖς ᾄδοντες αὐτόν, καὶ χορεύοντες· τὸν δὲ δεύτερον ἀντίστροφον ἐναλλάζοντες τὴν χορείαν, τὸν δὲ ἐλάττονα ἐπωδόν, ᾄδοντες αὐτὸν ἐστηκότες· ἐξῆλου δέ, ὡς φασιν, ἡ μὲν στροφὴ τὴν τῆς ἀνωτάτω σφαίρας κίνησιν, ἡ δὲ ἀντίστροφος τὴν τῶν πλανωμένων· ἡ δὲ ἐπωδὸς τὴν τῆς γῆς ἡσυχίαν. βʹ Περινενόηται· τούτεστι κατεῖλη-πται τῇ διανοίᾳ τοῦ ἀκούοντος. γʹ. Οἱ δὲ φασί· καὶ εἰ ἄρα τὸ κόμμα ἐπωδῶ μετρεῖται καὶ τὸ κῶλον ἐπωδός ἐστι, κόμμα ἂν καὶ κῶλον εἴη τὸ αὐτό· ἀλλὰ προηγου-μένως μὲν ἐστὶν εἰπεῖν, ὡς οὐ τῶν αὐτῶν ἐστιν ἑκατέρα ἡ δόξα, εἰ δὲ καὶ τῶν αὐτῶν ἦν, λέγοιτʼ ἂν κόμμα μὲν ἐπωδῶ μετροῦμενον, τὸ μέγιστον τῶν ἄλλων κόμμα, κῶ-λον δὲ ἐπωδὸς εἶναι τὸ ἐλάχιστον τῶν ἄλλων κώλον· ὥστε τὸ μέγιστον κόμμα ταυτόν εἶναι τῷ ἐλαχίστῳ κώλῳ. δʹ. Ἐλέγχεται δὲ τὸ πνεῦμα· τέσσαρα κατʼ ἀρχὰς ἐπηγγείλατο εἰπεῖν, τί ἐστι πνεῦμα, καὶ πόσα εἴδη αὐτοῦ, καὶ πόθεν γίνεται καὶ πῶς συντίθεται· ὧν τὰ μὲν πρό-τερα δύο ἐδίδαξεν ἐν τῷ εἰπεῖν ,,πνεῦμα μὲν οὖν ἐστιν,“