Ancient Greek
431.2
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 431.2
Unproofread scanNot analysed yet
Περὶ ἐπιφωνήματος. Τὸ ἐπίφωνα λόγος ἐστὶν ἐξωθεν ἐπὶ τῷ πράγματι παρ’ ὑμῶν λεγόμενος· καὶ τὰ λοιπά. Μέχρι γὰρ ἂν τις· εἰ κατὰ κῶλον, φησί, ποιητό τις μεμετρημένως τὴν τοῦ πράγματος διήγησιν. διατύπωσις ἐστὶ τοῦ πράγματος μόνον καὶ προβλήματος διασκευή· εἰ δὲ παυσάμενος ἐπενέγκοι τι ἐξωθεν τολμηρῶς, ὡς ἔχειν τι παράδοξον καὶ οὐ τοῖς πᾶσιν ἐγνωσμένον, ἀλλ’ οὐδὲ ἀπηλλοτριωμένον τῶν ἐν τοῖς πρὸ αὐτοῦ κώλοις ῥηθέντων, ἀλλὰ τινα ἐπίτασιν αὐτοῦ, ἑνίοτε δὲ καὶ τὴν τῆς ἐπιτάσεως γένεσιν, ἐπίφωνα τοῦτό ἐστιν· οὐχ ὀρθῶς δὲ τέθεικε τὸ τοῦ Ὁμήρου παράδειγμα· τὸ γὰρ ἐπίφωνα ἐκεῖ οὐχ ἐν τῷ τέλει, ἀλλ’ ἐν τῷ μέσῳ κεῖται· ἔχει γὰρ οὕτω·