Ancient Greek
439.2
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 439.2
Unproofread scanNot analysed yet
Ὅτι ἑπτὰ εἰσιν αἱ ἰδέαι αἱ γενικώταται, σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. τούτων αἱ μὲν τέσσαρες μένουσιν ἀδιαίρετοι, κάλλος, γοργότης, ἀλήθεια, δεινότης· αἱ δὲ λοιπαὶ τρεῖς διαιροῦνται εἰς ἑτέρας δώδεκα· ἡ μὲν σαφήνεια εἰς καθαρότητα καὶ εὐχρίνειαν· τὸ δὲ μέγεθος εἰς σμνότητα, τραχύτητα, σφοδρότητα, λαμπρότητα, ἄκμὴν καὶ περιβολήν. τὸ δὲ ἦθος εἰς ἀρελίαν, γλυκύτητα, δριμύτητα καὶ ἐπιείκειαν καὶ βαρύτητα, ὡς εἶναι τὰς 21 πάσας σὺν ταῖς ἀδιαρέτοις τέσσαρσιν ἐννέα ἐπὶ δέκα. 22 ἑκάστη δὲ τούτων διαιρεῖται εἰς ὀκτῶ, ἔννοιαν, μέθοδον, λέξιν, σχῆμα, κῶλον, συνθήκην, ἀνάπαυσιν καὶ ὀυθμόν.