Ancient Greek
440.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 440.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ κειμένοις ἀρμόδιος1 προσώποις τε καὶ πράγμασι κατὰ τε ἔννοιαν καὶ λέξιν, καὶ τὴν ὅλην τῆς ἀρμονίας καταπλοχὴν. β. Καλῶν τε καὶ γενναίων· 2 ἀντὶ τοῦ μὴ χαμαιζήλων, μηδὲ εἰκῇ συγκειμένων καὶ εὐκαταφρονήτων. γ. 5 Ἡ γὰρ τοι μίμησις· 3 Λιονύσιος μὲν τὴν μίμησιν οὕτως ὁρίζει· μίμησις ἐστὶν ἐνέργεια διὰ τῶν θεωρημάτων ἐκματτομένη τὸ παράδειγμα· οἱ δὲ μεταγενέστεροι οὕτω· λόγος ἢ πρᾶξις ὁμοίωσιν εὖ ἔχουσαν τοῦ παραδείγματος περιέχουσα· ζῆλος δὲ ἐστὶν ἐνέργεια ψυχῆς 10 πρὸς θαῦμα τοῦ δοκοῦντος εἶναι καλοῦ κινουμένη. δ. Τοὔναντίον γάρ· 4 ὁ μὲν γὰρ μὴ ὀξὺς τὴν φύσιν ἀγαπᾷ κατὰ τὸν Ὀμηρικὸν Ὀδυσσέα5 ἀτρέμας ἤσθαι καὶ ἄλλων μύθων ἀκούειν. ὁ δὲ τῷ τάχει τῆς φύσεως πεποιητὸς καὶ μόνην αὐτὴν πρὸς ἕκαστα τῶν ἐγχειρουμέ- 15 νων ἀποχρῆν οἴόμενος τὸν τε παρὰ τῆς τέχνης χαλινὸν οὐκ ἀνεχόμενος καταγέλαστος πολλαχῇ τοῖς ἐπιστήμοσι φαίνεται, καὶ τοιοῦτος οἷος ἵππος ταχὺς ἄνευ τοῦ διοικοῦντος ἀτάκτως φερόμενος, ὃς θεῖ μὲν ταχέως, ἀλλὰ σφαλερῶς· καὶ τὴν μέσην ἀφεὶς ὁδὸν καὶ τετριμμένην 20 εἰς ἀβάτους καὶ χρημνώδεις τόπους ἀφήσων. ε. Κράτιστον μὲν γάρ· 6 ἀρχὴ γὰρ οἶονεὶ καὶ χρητὶς καὶ χρηστὸν ὄργανον ψυχῆς7 πρὸς τὰ βέλτιστα χωρεῖν ἐπειγομένης δεξιὰ φύσις. διὸ καὶ Πίνδαρός φησι· τὰ8 δὲ φύς κράτιστον ἅπαν. 25 ὁ δὲ γε Ἐπίκουρος9 ἐν τῷ περὶ ῥητορικῆς αὐθαδέστερον, οἶμαι, λέγων φησὶν αὐτὸς μόνος εὐηχεῖν τέχνην πολιτικῶν λόγων· τοὺς δὲ ἄλλους10 ἀποσοχαρίζειν11 ῥήτορας