Ancient Greek
442.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 442.3
Unproofread scanNot analysed yet
“Ὅτι νῦν ἐστιν”· εἰ γὰρ καὶ ἐκ πλειόνων ἰδεῶν οἱ ἑκάστου τούτων συνεστήχασιν λόγοι, ἀλλ’ οὐν καθόλου ἡ Δημοσθενικὴ τε καὶ Πλατωνικὴ φράσις, μίαν τινὰ σύμμικτον ἐκ πολλῶν ἰδεῶν ἐπιφαίνουσιν ἰδέαν· ἧπερ ἰδίας μὲν οὐκέτι κοινῆς δέ τινος ἐκ τοῦ χρησαμένου τυγχάνει τῆς προσηγυρίας· ἐντεῦθεν δὲ ἡμῖν παρίστησιν, ὅτι τὴν τῶν πρὸ αὐτοῦ φεύγει κακίαν, οἱ τῶν καθόλου βραχέα φροντίσαντες τὴν πᾶσαν ἔθεντο σπουδήν, ἕνος ἑκάστου διδάσκειν τοὺς τύπους, ἐνταῦθα δὲ καὶ τὸν τοῦ βιβλίου σκοπὸν δηλοῖ φανερῶς. β’. Καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη· ἰστέον, ὡς ἄλλο μὲν εἶδος, ἄλλο δὲ ἰδέα. καὶ γὰρ εἰσὶν ὡς περιέχον καὶ περιεχόμενον. οὗτος δὲ ἀδιαφόρως χέχρηται τοῖς ὀνόμασι, ποτὲ μὲν εἴδη τὰς ἰδέας καλῶν, ποτὲ δὲ ἰδέας τὰ εἴδη. γ’. Ἐπειδὴ δὲ ἐκείνων δοκεῖ πως ἐναντία λέγειν ἑαυτῷ, καὶ ὁ τοὺς ἄλλους ἐμέμφετο, τούτῳ αὐτὸν περιπίπτειν. ἔοικε δὲ μὴ οὕτως ἔχειν· οἱ μὲν γὰρ πρὸ αὐτοῦ τὴν πᾶσαν σπουδὴν εἰς τὴν τῶν καθ’ ἕκαστα ῥητόρων ἰδέαν ἐσχήκασιν. οὗτος δὲ εἰς αὐτὰς τὰς καθόλου ἰδέας· ὅθεν διπλοῦν τῷ μανθάνοντι τὸ τέλος, αὐτὸν τε λόγων καλῶν, εἶναι πατέρα, καὶ τοὺς παλαιοὺς κρίνειν εἰδέναι, διὸ καὶ φησὶ τῶν κατ’ ἄνδρα εὐδοκιμούντων. δ’. Χρησάμενον τῷ λόγῳ τὸν Δημοσθένην φησὶ, ὅς ταῖς μὲν τῶν ἰδεῶν ἐπὶ πλεῖστον ἐχρήσατο, ὡς σαφηνείᾳ τε καὶ γοργότητι καὶ περιβολῇ, ταῖς δὲ ἐπ’ ἕλαττον, ὡς λαμπρότητι καὶ σμνότητι καὶ κάλλει· οὕτω γὰρ ὑπερεκπλήττεται διόλου τὸν ῥήτορα, τῆς μίξεως ἕνεκα τῶν ἰδεῶν, ὡς ἕνα ἄνθ’ ἑνὸς ἀποφαίνεσθαι· πολιτικῶν τε ἄριστον