Ancient Greek
447.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 447.4
Unproofread scanNot analysed yet
Μὴ Θ· ὅτε συμβουλεύοι· 1 καὶ γὰρ ἐν Φιλίππικοῖς συμβουλεύων σφοδρῶς 2 τῷ ψόφῳ, ὅπερ ἐστὶ πανηγυρικοῦ, κέχρηται κατὰ Φιλίππου, ἐκ τε τῆς οἰκείας φύσεως καὶ τῶν συνόντων καὶ πάντοθεν 3 αὐτὸν διαβάλλειν πειρώμενος· καὶ πάλιν ἐν τῷ 4 περὶ στεφάνου δικανικὸν εἶδος μελετῶν πανηγυρίζει τῇ τε κατ’ Αἰσχίνου πομπείᾳ λαμπρῶς ἐπεξιὼν καὶ ταῖς εὐφημίαις τῆς οἰκείας ἐναβρυνόμενος 5 πολιτείας. β. Χαλεπὸν δὲ οὐδὲν ἢ ττον· 6 παρὰ τὸ εἰρημένον ἐν τῷ κατὰ σοφιστῶν Ἰσοκράτους· 7 „φημὶ γὰρ ἐγὼ τῶν μὲν ἰδεῶν, ἐξ ὧν τοὺς λόγους ἀπαντας καὶ λέγομεν καὶ συντίθεμεν, λαβεῖν ἐπιστήμην οὐκ εἶναι τῶν πάνυ χαλεπῶν, ἣν τις αὐτὸν 8 παραδιδῶ μὴ τοῖς ὀξδίως ὑπισχνουμένοις, ἀλλὰ τοῖς εἰδόσι τι περὶ