Ancient Greek
456.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 456.3
Unproofread scanNot analysed yet
Ἔστιν οὖν πρῶτον μὲν καὶ ἰσχυρότατον ἀπανταχοῦ ἡ ἔννοια, καὶ τὰ λοιπά. Ἔστιν οὖν· τοῖς συμβαλλομένοις τῇ δυνάμει καὶ κυριώτεροις οὖσι κατὰ τὸν τοῦ πλεονασμοῦ λόγον, ἐκείνοις καὶ τὴν πρώτην ἀποδίδωσι τάξιν· ἐν μὲν οὖν τοῖς φθάσασιν κατὰ τὴν φυσικὴν ἀκολουθίαν τὴν ἀπαρίθμησιν ἐποίησατο, καὶ μετὰ τὴν ἔννοιαν τὴν μέθοδον ἔθηκεν· ἐνταῦθα δὲ τὴν τάξιν μετέθηκεν, ἅτε περὶ τῶν τὴν δύναμιν ποιούντων διαλεγόμενος· καὶ τετάρτην τὴν μέθοδον ἔταξεν, ἐπειδὴ πρώτην τὴν λέξιν ὁ ἀκροατὴς προσδέχεται, καὶ οὐδὲν ἕτερον αὐτῷ διαπορθμεύει τὴν ἔννοιαν· τὴν δὲ λέξιν προσδεξάμενος ἐπιποθεῖ καὶ τὸ περὶ αὐτὴν σχῆμα λαβεῖν, διὸ καὶ μετὰ τὸ σχῆμα τὴν μέθοδον τίθησιν· ἐστὶ δὲ μέθοδος μὲν λόγος τὴν οἰκείαν τῆς ἰδέας ἔννοιαν κατὰ τὸ προσῆκον ἀπαγγέλλων· σχῆμα δὲ λέξεων ἐκallaxis, καὶ σύνθεσις ἐπὶ τὸ χρεῖττον ἄνευ τρόπου· καὶ δὴ καὶ τὸ σχῆμα καὶ ἡ μέθοδος κοινωνοῦντα ἀλλήλοις κατὰ τὰ ἐναλλάττειν τὸ σύνθηδες διαλλάττουσι ταύτη, ὅτι ἡ μὲν μέθοδος ἔννοιός ἐστιν ἐναλλαγὴ, τὸ δὲ σχῆμα τῆς λέξεως, καὶ ὅτι τὰ μὲν τῆς διανοίας σχήματα, ὡς καὶ πρόσθεν εἴρηται, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ὀνόμασιν, ὁμοίως μένει· τὸ δὲ τῆς λέξεως σχῆμα μεταπιπτούσης τῆς λέξεως οὐχ οἷόν τέ ἐστιν φυλαχθῆναι· ἰστέον δέ, ὡς ἐνταῦθα παρῆκε περὶ τῶν κώλων εἰπεῖν, κατ’ ἀνάγκην γὰρ παρακολουθοῦντα