Ancient Greek
474.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 474.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ Οὐδὲν ἄλλ’ ἢ μέτρον τε· ἔμμετρον γὰρ εἶναι δεῖ τὸν λόγον κατὰ φύσιν, καὶ μὴ ἔμμετρον ὅσον κατὰ τέχνην· δῆλον γὰρ, ὡς ἑκάστη τέχνη μεθόδους ἐπινόει μόνον καὶ τᾶξιν ἐπιτιθῆσι τοῖς καταληπτοῖς πράγμασιν, ἐπεὶ τοῖς γε πάντα προϋπάρχει τῇ φύσει. ἢ. Καὶ καταλήξει τινι· κατάληξις ἐστιν, ὡς οἱ τεχνικοὶ φασί, συλλαβὴ ἀντὶ ὅλου ποδὸς παραλαμβανομένη, ἢ πούς ἀντὶ ὅλης συζυγίας· συζυγία δέ ἐστι δύο ποδῶν διαφόρων σύνταξις· διποδία δὲ δύο ποδῶν τῶν αὐτῶν σύνταξις. Ἡ. Μεταξὺ γάρ· οὕτω καὶ Λιονύσιος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων φησίν· „ἢ γὰρ τοι τῶν πολιτικῶν λόγων ἐπιστήμη μουσικὴ τίς ἐστι τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ὕδαις καὶ ὀργάνοις, οὐχὶ τῷ ποιῷ· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις, καὶ ῥυθμὸν καὶ μεταβολὴν καὶ πρέπον· ὥστε καὶ ἐπὶ ταύτης τέρεπεται μὲν ἡ ἀκοὴ τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δὲ ἐπὶ πάντων τὸ οἰκεῖον. “ἱ. Οὐ γὰρ ἢ γε ἑτέρα· τούτεστιν ἢ κατὰ συλλαβὴν· καὶ γὰρ δύο συνθήκαι εἰσιν, ἢ μὲν μία συλλαβῶν, ἢ δὲ ἑτέρα λέξεων. ἱά. Ἐν μέντοι ποιήσει· ὡς γὰρ αὐτὸς ἐν τῷ περὶ σμυότητός φησι, πάνυ