Ancient Greek
475.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 475.4
Unproofread scanNot analysed yet
Ἡ δὲ εὐχρίνεια ἔχει μὲν τινα καὶ φύσει σαφηνείας ἐργαστικά· καὶ τὰ λοιπά. Ἐπίκουρός ἐστι· σπεύδων *γὰρ ὁ λέγων παῦσαι τὸν ἀκροατὴν ἐπιφέρει τῷ ζητουμένῳ πολλάκις 2 ἕτερον ζητούμενον· 3 ἐνίοτε δὲ καὶ τρίτον, πρὶν ἀποδεῖξαι τὸ πρότερον, ἃ καὶ διαταράττει τὸν ἀκροατὴν καὶ συγχεῖ τὸν λογισμὸν· ἀφανισθείσης οὖν ἐντεῦθεν τῆς καθαρότητος ἀναφανείσα ἡ εὐχρίνεια θεραπεύει τὴν συμβάσαν αὐτῇ κακίαν καὶ τοῦτο δρά, ὅπερ ἐκείνη ποιεῖν ἐβούλετο, λέγω δὴ σαφῆ τὸν λόγον. β. Καὶ τὸ πλεῖστόν γε· τὸ 4 πλεῖστον μὲν ἔχει περὶ τὴν μέθοδον, οὐ μὴν ἀπορεῖ καὶ ἰδίων, δι’ ἃ δὴ καὶ ἀντιδιαστέλλεται τῇ καθαρότητι, ἐπεὶ τοῖ γε μέρος ἂν 5 ἦν αὐτῆς, εἰ τὸ πᾶν εἶχε περὶ τὴν μέθοδον· δοκεῖ μέντοι περιττὴ εἶναι ἡ εὐχρίνεια ἐξοφωμένης οὖσης τῆς καθαρότητος· διορθούται γε μὴν ἡ εὐχρίνεια τὰ τε ὑπερβατὰ καὶ τὰς ἐπεμβολὰς καὶ περιβολάς, καὶ ἀπλῶς πάντα τὰ ἄσαφῆ ποιοῦντα τὸν λόγον ταῖς ἐπαναλήψεσι καὶ ταῖς καταστάσεσι καὶ ταῖς προδιορθώσεσιν ἢ ἐπιδιορθώσεσιν. γ’. Καὶ ἀναστρέφει τὴν τάξιν· ἔδει 6 γὰρ εἰπεῖν ,,πρῶτον