Ancient Greek
480.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 480.3
Unproofread scanNot analysed yet
γυνὴ δὲ μήτηρ τῶν κείνου τέκνων· τὸ οὖν ἐν τοῖς τοιούτοις πᾶσιν ἀσαφὲς τέχνης καὶ ἀρετῆς ἐστι λόγου, ἀλλ’ οὐ κακίας· κακία δὲ γίνοιν· ἄν, ὅταν ἐξ ἀπειρίας τοῦ λέγοντος ἡ ἀσάφεια συμβαίνῃ· οὐ δεῖ δὲ θαυμάζειν εἰ τὸ μὲν ἀντικείμενον τῇ καθαρότητι ἡ περιβολὴ οὐ κακίζεται· τὸ δὲ ἀντικείμενον τῇ εὐχρυνείᾳ εἰς κακίαν πίπτει· ἡ μὲν γὰρ ἐσχεν ἐπικουροῦσαν τὴν εὐχρυνείαν· καὶ ἔνθα τι κατὰ περίστασιν ἐπαθεν, εὐπόρησε τῆς εὐχρυνείας ἀναχουπούσης τὴν βλάβην· ἡ δὲ εὐχρυνεία ἄτε μηδεμίαν ἔχουσα βοήθειαν, εἰ πάθῃ τι μόνον ὑπεναντίον, εὐθὺς ἐπὶ τὴν σύγχυσιν καταφέρεται, ἥτις ἐστὶ κακία λόγου.