Ancient Greek
498.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 498.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ τιμισται παντελῶς ἀποτρέπουσι τοῦ ὀνοματοποιεῖν καὶ μόνοις προστάττουσι χρῆσθαι τοῖς γεγραμμένοις ὀνόμασι· τὸ δὲ ἰαμβειοφάγος ἀντὶ τοῦ ὑβριστής. ἰαμβίζειν γὰρ τὸ σκώπτειν ἐστίν. ζ. Ἐν τραχύτητι δὲ ἐπεδὴ κατὰ μειζόνων προσώπων ἐστὶν ἡ τραχύτης, ἐπικίνδυνον τὸ κατ’ αὐτῶν ὀνοματοποιεῖν· κατὰ δὲ ἀντιδίκων ἐνδέχεται ἐξεῖναι ὀνοματοποιεῖν. ζ. Ἐπὶ τῶν οὐχ ἐπιδεχομένων· τουτέστι τῶν ὁμολογουμένων. εἰ γὰρ τι λέξει τοιούτων ὁ λύει, ταχέως ὁ ἀνταγωνιζόμενος αὐτόθεν ἐάλωκεν. ἢ. Φανερὸν δὲ· ἐκεῖ μὲν γὰρ τὰ προστακτικὰ καὶ τὰ κατ’ ἐρώτησιν ἐλεγκτικὰ· ἐνταῦθα δὲ τὰ κατὰ ἀποστροφὴν δεικτικά. θ. Τὸ κομματικὸν καὶ διαλεκτικόν· οἷον τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθ’ ἂν αὐτοῖς; ἐπὶ τὴν εἰρήνην· ἀλλ’ ὑπῆρχεν ἅπασιν, ἀλλ’ ἐπὶ τὸν πόλεμον· ἀλλ’ αὐτοὶ περὶ τῆς εἰρήνης ἐβουλεύεσθε· κομματικὸν γὰρ τοῦτο καὶ διαλεκτικόν· ἐρώτησιν γὰρ καὶ ἀπόκρισιν μιμεῖται· ὡς καὶ ὁ θεολόγος ἐν τῷ ἐπιταφίῳ τὸν μέγαν Βασίλειον καὶ τὸν Ἐπαρχον ἐποίησε διαλεγομένους.