Ancient Greek
499.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 499.1
Unproofread scanNot analysed yet
396 Περὶ λαμπρότητος. Μετὰ τὸν περὶ ἀμυνότητός τε καὶ τραχύτητος λόγον, καὶ τὰ λοιπά. α. Ἡ φαιδρότης δέ. τὴν τοῦ λόγου φαιδρότητα διττὴν εἶναι φησι, τὴν μὲν ἐν γλυκύτητι καὶ ἀφελείᾳ καὶ τῇ κατ’ ἐπιμέλειαν συνθήκῃ θεωρουμένην, ἥτις καὶ λεπτότερον ποιεῖ τὸν λόγον, ὡς ἐπὶ τῶν παρίσων, ὁμοιοἄρκτων τε καὶ ὁμοιοτελεύτων, ἃ πολλὰ παρὰ τε Ἰσοκρατεῖ καὶ Γοργίᾳ· οἷον ἐὰν ἡς φιλομαθὴς, ἔσῃ πολυμαθῆς· καὶ παρὰ Πλάτωνι ἐν συμποσίῳ. Πausanίου δὲ παυσάμενου. καὶ εὐθὺς ἐπισημαίνεται ὡς ἀλλότριον τοῦ Πλατωνικοῦ ἀξιώματος· „διδάσκουσι γὰρ με ἴσα λέγειν οἱ σοφοί“· τὴν δὲ ἑτέραν φαιδρότητα ἐν λαμπρότητι θεωρεῖσθαι φησι τὴν μέγεθος καὶ ἀξίωμα τῷ λόγῳ περιποιούσαν· ὡς τὰ πολύπτωτα καὶ τὰς ἐπαναφορὰς· διὰ γὰρ τούτων καὶ τῶν τοιούτων ὁ ῥήτωρ ἀρίστα τῷ πολιτικῷ λόγῳ τὸ φαιδρὸν περιτίθησιν οὐ κατὰ τὸν Ἰσοκράτην διόλου ταῖς παρισώσεσι χρώμενος, ἐπιβούλου γὰρ κάλλος τὸ τοιοῦτον· ἀλλὰ διακόπτων αὐτὰς καὶ ἐναλλάττων, ἵνα τὸ τε προσχορὲς φύγῃ, καὶ τὸ πολιτικὸν κάλλος οὐχὶ τὸ κομμωτικὸν προστιθῇ τῷ λόγῳ. β. Οὐ τῆς ἐν ὡραισμῷ· φαιδρότητος πάλιν ὤφειλεν εἰπεῖν· ἀλλὰ