Ancient Greek
507.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 507.3
Unproofread scanNot analysed yet
Λέξις δὲ καθ’ ἑαυτὴν ἰδία περιβολῆς, καὶ τὰ λοιπά. Ἐκ παραλλήλου· τούτῃ σιν ἐκ διπλασιασμοῦ· ταύτην δὲ τὴν μέθοδον ὁ Τιβέριος ἐν τοῖς σχήμασι τῆς 15 λέξεως τίθησι λέγων, ὅτι ἐπιμονὴ ἐστιν, ὅταν πλείω τις ὀνόματα ἀλλήλοις ἐπιβάλλῃ· ὡς ἐν τῷ ὑπὲρ Φορμίωνος ὁ Δημοσθένης· „ἄγεις, ἐλαύνεις, διώκεις, συχοφαντεῖς“, καὶ παρὰ τῷ Αἰσχίνῃ, „δοχὸν αἰτεῖ, νόμον αἰτεῖ· δημοκρατίαν αἰτεῖ“. β. Τὸ γ’ ἡμῖν δοκοῦν· καὶ τί 20 εἴρηκεν; ὅτι περιβολῆς ἰδιαὶ λέξεις οὐκ εἰσὶ κατὰ γε ἐμέ. γ. Ταῖς γὰρ ἐπιμοναῖς· ἐπὶ μὲν γὰρ τῶν ἐνδόξων πραγμάτων ἐπιμένομεν, ἀπὸ δὲ τῶν αἰσχρῶν ταχὺ ἀπαλλάττομεθα. δ. Οὐ φαῦλον συγχωρῆσαι· του-