Ancient Greek
514.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 514.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ χρώμενον κατὰ ζῆλον τοῦ διδασκάλου. δ. Διακό-πτεi μὲν οὖν· ἡ μὲν παρίσσωσις οὕτως ἂν γένοιτο. τὸ μὲν γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλεμον τῆς ἡμετέρας ἀμελείας ἂν τις θείη, τὸ δὲ μὴ πάλαι τοῦτο πεπονθέναι τῆς παρ’ ἐκείνων εὐνοίας εὐεργέτημα ἂν θείη· πάρισον γὰρ τὸ μὲν ἀπολωλεκέναι τῷ πεπονθέναι· τὸ δὲ θείη τῷ θείη· ἡ δὲ ἐπεμβολὴ διέκουφε τὴν παρίσσω-σιν. ε. Ἐπιβουλὴ τοῦ λόγου· πανταχοῦ ὁ τεχνογρά-φος ἐπιβεβουλευμένον καλεῖ λόγον τὸν τῷ ἐπιτετηδευμένω κάλλει κεχρημένον· τὸ γὰρ τοι διόλου κεχρῆσθαι ταῖς παρισώσεσιν ἐκπρεπῇ μὲν, οὐ μὴν πιθανὸν ποιεῖ τὸν λό-γον. οὐ γὰρ οὕτω πείθονται οἱ δικασταὶ τῷ ἐπιτηδεύοντι καλλωπίζειν τὸν λόγον καὶ τεχνίτη τοῦ λέγειν, ὡς τῷ κατὰ φύσιν λέγοντι· Γοργίας μὲν οὖν καὶ Πῶλος σφό-δρα τοῦ κάλλους πεφροντικότες παντοδαπῶν παρισώσεων πληροῦσι τοὺς λόγους, Ἴσοκράτης δὲ ἐπ’ ἧλαττον, ὁ δ’ αὖ Δημοσθένης ὡς σφοδρότερος τεχνίτης φεύγει κε-χρῆσθαι ταύταις προσκόρως. ζ. Ἐπεὶ καὶ τὸ