Ancient Greek
517.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 517.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΙΛΕΩΝ ΤΟΜ. α β. Τὸ τῆς ἐπιβουλῆς· τούτ’ ἐστὶ τῆς περιεργείας, ὅ- 15 θεν καὶ ἐπιβουλεύεσθαι φησι τὸ περιεργάζεσθαι ἀπὸ μεταφορᾶς τῶν καλλωπιζομένων γυναικῶν καὶ ἐπιβουλευουσῶν τῇ τῶν θεωμένων αὐτὰς σωφροσύνῃ. γ. Ἔκ συμφθάρσεως· τὴν ἀρίστην παρὰ τῷ ῥήτορι τῶν δ 16 ἰδεῶν ἔνωσιν τε καὶ σύγκρασιν σύμφθαρσιν ἐκάλεσεν, ἀπὸ μεταφορᾶς τῶν διαφόρων σιτίων, ἅπερ ἐν τῇ γαστρὶ πρότερον ἀλλοιοῦται καὶ τὴν οἰκείαν μεταβάλλει ποιότητα, εἰθ’ οὕτως ἕνα χυμὸν κατ’ ἐπιχράτειαν γεννᾷσι θρεπτικὸν τοῦ σώματος καὶ σωτήριον. δ. Ὡς ἐν 10 τῷ περὶ τῆς περιβολῆς. τὸ 17 παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας καὶ τὰ ἐξῆς. ε. Τὴν τοῦ διαπράξεσθαι· εἰπὼν γὰρ τὴν, ὑπερέδετο προσθεῖναι τὸ δόξαν. ζ. Καὶ τὸ πολύπτωτον· πολύπτωτόν 18 ἐστι μεταβαῖνον ἀπὸ πτώσεως εἰς πτώσιν· ἡ γὰρ μετα- 15 βολὴ τῆς φράσεως κάλλος καὶ ἡδονὴν ἐργάζεται, ὡς καὶ ἡ ἐκ ποικίλων χρωμάτων γραφή. ζ. Οὗτοι γάρ· οἱ ῥήτορες.