Ancient Greek
526.8
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 526.8
Unproofread scanNot analysed yet
Ἐποίτο δ᾽ ἂν· τὸ ἦθος1 γενικὸν ἐστὶν ὄνομα2 κατὰ διαφόρων κατηγορούμενον· ἦθος μὲν γὰρ λέγεται 10 καὶ τὸ τοῖς ὑποκειμένοις προσώποις ἀρμόττον, καὶ τοῦτο πάλιν, περὶ οὗ νῦν διδάσκει, ὅτι ἰδέα ἐστὶ γινομένη ἐξ ἐπιεικείας καὶ ἀφελείας καὶ τοῦ ἀληθοῦς καὶ ἐνδιαθέτου καὶ βαρύτητος· εἰ δὲ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν ἰδίᾳ καὶ καθ᾽ ἑαυτὴν ἔταξε τὴν ἀλήθειαν, ἐνταῦ- 405θα δὲ ὑπὸ τὸ ἦθος αὐτὴν ἀνάγει, θαυμάζετω μηδεὶς· 15 ἐκεῖ μὲν γὰρ τῇ συννηθείᾳ τῶν πολλῶν ἠκολούθησεν, ἐνταῦθα δὲ τὴν ἀκριβεστέραν διδασκαλίαν παρέδωκε. τὸ μέντοι ἐγκαταμυγνύμενον πανταχοῦ ἦθος τριχῶς φασι γίνεσθαι, 3 ἢ γὰρ μειοῦμεν τὸ ὑποκείμενον πρᾶγμα καὶ 20 ποιοῦμεν τὴν ἐπιείκειαν, ὡς ὅταν τὴν χορηγίαν μανίαν ὀνομάσωμεν, καθὰ καὶ ὁ Δημοσθένης, 4 „μανία γάρ,“ φησί, „τὸ ὑπὲρ δύναμιν τι ποιεῖν. “ἢ 5 ἐξισοῦμεν τοῖς εὐτελεσὶ πράγμασι 6 τοὺς λόγους, καὶ ποιοῦμεν ἀφελείαν, ὡς πολλὰ τῶν Ἀνακρέοντος καὶ Θεοχρίτου ἐν βουκολι-