Ancient Greek
529.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 529.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΙΔΕΩΝ ΤΟΜ. α ὑπό τι νηπίων· ἴσως ἀντὶ τοῦ διὰ τι ἢ μετριῶς. γ. πολιτικώτερα· ἀντὶ τοῦ δικανικώτερα καὶ συμβουλευτικώτερα· ἴστέον γὰρ, ὡς τὰ ποιήματα καὶ ἱστορικά οὐκ εἰσὶ πολιτικοὶ λόγοι. δ. Μᾶλλον ἀρμόττουσιν· ὅταν συνηγροφῶμεν γεωργοῖς ἢ παισίν· ἐπειδὴ τὸ πολιτικὸν ὀφείλει ἔχειν ἀκροατὰς καὶ ἐκκλησίαν καὶ βουλευτήριον. ε. Αὐτοὶ δὲ πονήροί εἰσι. Ξενοφῶν ταῦτα φησιν ἐν τῇ πρώτῃ ἱστορίᾳ τῆς Κύρου παιδείας μιμούμενος τὸ ἦθος ἐκείνου ἀπλουστάτου ὄντος διὰ νηπιότητα. ζ. Τὰ καταχύσματα· καταχύσματα ἐκάλουν οἱ Ἀττικοὶ τὰ τραγήματα, ἃ τοῖς νεωνήτοις ἀνδραπόδοις ἐπέχεον αἱ δέσποιναί, πρὸς τῇ ἐστία καθεζομένοις εὐκαρπὸν αὐτοῖς τὴν κτῆσιν καὶ ὀνήσιμον ἐπενχόμεναι γενέσθαι· καὶ Ἀριστοφάνης ἐν πλούτῳ· Φέρε νῦν ἰοῦσ' εἴσω τὰ καταχύσματα