Ancient Greek
532.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 532.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ δὲ ὀξύτης οὐ τοιαύτη, ἀλλὰ φαντασίαν ἔχει μόνην δεινότητος καὶ δόξην, οὐ μὴν ἐστιν ἀκριβῶς ἡ διόλου βαθεῖα, ἀλλ’ ἐπιπόλαιός τις βαρύτης· τὸ δὲ ἀφελὲς ἀπλαστον καὶ μηδὲν ἔχον βαρύ· ἡ ταχεῖα τοίνυν ἀπάντησις δεινότητός ἐστι· τὸ δὲ ψιλὸν καὶ ἐξ ἐπιβολῆς εἰσἄγεσθαι τὸ νόημα καὶ ἀκατασκευῶς ἐκφέρεσθαι μηδενὸς ἐξωθεν συνεχελκομένου, ὥσπερ ἐν τῇ περιβολῇ καίπερ ὂν βαρὺ ἀφελὲς ἐδοξεν εἶναι. ζ. Ἀδελφίζειν. ἀδελφὰ φρονεῖν. ζ. Εἴθ’ ὑστερον· ἴστέον, ὅτι εἰ καὶ μετὰ τὸν περὶ γλυκύτητος λόγον περὶ δριμύτητος διδάσκει, ἀλλ’ ἐν τῷ λέγειν, αὐταὶ δέ, τουτέστιν ἡ δριμύτης καὶ ἡ ὀξύτης, ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, δείκνυσιν ὅτι ἐν τι καὶ ταὐτὸν ὑπολαμβάνειν δεῖ γλυκύτητα καὶ δριμύτητα, καὶ ἕνα τὸν περὶ ἀμφοτέρων λόγον, εἰ καὶ διηρῆσθαι δοκεῖ· ἀφελεία γὰρ, ὡς αὐτὸς φησι, καὶ γλυκύτητι προσήκει ἡ δριμύτης τε καὶ ὀξύτης. ἦ. Ἀρπάζομένης· ὁ γὰρ τροχαῖος συναρπάζει·