Ancient Greek
535.1 to 535.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 535.1-4
Unproofread scanNot analysed yet
"Εἰ ποιεῖ γλυκύτητα καὶ τὸ τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι· καὶ τὰ λοιπά. Εἰ δὲ καὶ ἄλλων· καὶ ¹ γὰρ Ἀττικῶς χρῆται, ὡς τὸ ὀρόωδῶν· ² καὶ δωρικῶς, ὡς τὸ ἀμβώσας. β Σύν τε δυν' ἐρχομένω· ἐξ Ὁμήρου ³ τοῦτο γέγρα- 5 φε Πλάτων. ⁴ "Ὁμηρος δὲ οὕτω φησίν Σύν τε δυν' ἐρχομένω καὶ τε πρὸ ⁵ τοῦ ⁵ ἐνόησε· παραπλοχὴ δέ ἐστιν ἡ τῶν ποιημάτων μετὰ πεζοῦ λόγου μίξις καὶ συμπλοκὴ ὡς τὰ προτεθέντα παραδείγματα. Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν, ὥραι- 408 ου τε καὶ ἀβροῦ, καὶ ἡδονὴν ἔχοντος λόγου. "Εφη ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς προσηκοῦσης τῷ ἀφελεῖ τε καὶ ἡδονὴν ἔχοντι λόγῳ· καὶ τὰ λοιπά.