Ancient Greek
542.54
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 542.54
Unproofread scanNot analysed yet
min. ἀντειπὼν συμβουλεύοντι Θεμιστοκλεῖ ἐδικαίως ταῖς τε ἀντιθέσεσι καὶ ταῖς λύσ. ΣΧΟΛΙΑ ΕΙΣ ΙΛΕΩΝ ΤΟΜ. β θρωπον φαμεν τὸν εὐκαίρως καὶ ἐπιτηδείως εἰδότα χρῆ-σθαι τοῖς πράγμασιν ἢ τῇ στρατηγίᾳ, καθ’ ἣν καὶ Δη-μοσθένης δεινὸς ἂν λέγοιτο πρὸς τὰς χρείας μεταφρό-ζων τὰς ἰδέας ἄλλος μὲν γὰρ ἐν ἰδιωτικοῖς ἐστιν, ἄλλος δὲ ἐν δημοσίοις· νῦν οὖν οὐ περὶ ταύτης τῆς δεινότη-5 τος λέγει, ἀλλὰ περὶ τῆς οὐσης καὶ δοκοῦσης, ἥπερ μόνην οἱ πολλοὶ δεινότητα ὀνομάζουσι. β. Προκα-ταρκτικαῖς, προκαταρκτικὰς λέγει τὰ προσόμια, καταρκτικὰς δέ, ὅταν πολλὰ διηγούμενος, εἴτα εἰς κα-τάστασιν καὶ ἀρχὴν ἐπαναγάγῃ τὸν λόγον. γ. Πότε 10 μὲν δεῖ· οὐ γὰρ ἀεὶ λεκτέον ἐστίν· ἐπὶ πᾶσι γὰρ ἄ-ριστος ὁ καιρὸς οὐχ ἧττον ἢ τὸ μέτρον· καὶ γὰρ ’Ισο-κράτης ἐν συμποσίῳ αἰτούντων αὐτόν τινας λέγειν ἔφη-σεν· οὐ μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός, οὐ δὲ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός. δ. Τὸν Σιμωνίδην· οὗτος 15 πάσης ἐπιστήμων ποιητικῆς καὶ μουσικῆς ὑπῆρχεν, ὡς ἐκ νεότητος ἄχρι γήρως ἐν τοῖς ἀγῶσι νικῶν, ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ·