Ancient Greek
544.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 544.6
Unproofread scanNot analysed yet
Δεινὸς τοίνυν λόγος καὶ ἔστι καὶ εἶναι δοκεῖ, καὶ τὰ λοιπά. α. Εἴδει τινί, τούτέστιν ἢ λαμπρότητι ἢ τραχύτητι ἢ καὶ ἀμφοῖν· κατὰ κοινοῦ δὲ τὸ φαίνεται. β. Κέχρηται μέν· περὶ μεγάλων γὰρ καὶ δημοσίων πραγμάτων ποιούμενος τοὺς λόγους ὁ Δημοσθένης εἰκότως τῇ φαινομένῃ καὶ οὐσῇ δεινότητι κέχρηται, ἵνα τοῖς ἀκροωμένοις ἀξιόπιστος εἶναι δοκῇ, τῷ εἰς δέον ἑκάστῳ κεχρῆσθαι τῶν ἐπιχειρημάτων καὶ τοῖς ἀντιλέγουσι μὴ λίαν εὐκαταγώνιστος φαίνηται· ἐν δὲ τοῖς Φιλιππικοῖς