Ancient Greek
548.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 548.5
Unproofread scanNot analysed yet
Par. 2916. 2977. ἐσκευώρηται. 53 Mon. μηδέν. 54 T. VII. ξξωθεν ὄψει. 55 Litt. ζ et η sunt ex sch. min. 56 Sch. min. ταῖς οἰκίαις, οὓς τοιχωρύχους φαμέν. —Sch. min. :Δι᾽ ἐνάργειαν· διὰ τὴν ἐμφασιν, ἥτις ἐστὶν ἡ δήλωσις τῆς τροπῆς. Τὸ κατὰ συστροφήν· ἀντὶ τοῦ συνεσφιγμένον, ὡς ἔχει τὸ, οἷς γὰρ ἂν ἐγὼ ληφθείην. —Φύσει φησὶν ἔχειν καὶ δοκεῖν ἔχειν τὴν δεινότητα τὸ κατὰ συστροφὴν σχῆμα, δύναμιν γὰρ τὴν δεινότητα ἐκάλεσεν. —Ὁ γὰρ Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς, πῶς ἂν Μεσσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων τὸ τὰ δίκαια νομίζειν ταῦτ᾽ εἶναι σχήματο. Τοῦ δ᾽ αὐ μὴ δοκοῦντος· ταύτην καὶ μέθοδον δεινότητος ὀνομάζει ὁ τεχνικός. Ἐν δὲ τῇ μεθόδῳ· αὕτη ἡ μέθοδος οὔτε περὶ τὴν λέξιν, οὔτε περὶ τὰ σχήματα γίνεται, ὡς αἱ λοιπαί, ἀλλὰ τὸ πῶς δεῖ ἐκβάλλειν τὰ νοήματα, ὅπερ ἐστὶ μέθοδος. Πᾶσι δὴ τούτοις· ἐπανάλγησις. —Περὶ καταστάσεως ἤγοῦν προδιηγήσεως καὶ περὶ καταστάσεως, ἥτις ἐστὶν ἡ αὕτη ἡ διήγησις, ὅλος ὁ δεύτερος τόμος τῶν εὐρέσεων διαλαμβάνει. —Σημείωσαι, ὅτι τὴν οὖσαν μὲν, μὴ δοκοῦσαν δὲ μᾶλλον ἐξαιρεῖ καὶ ἐξυμνεῖ.