Ancient Greek
549.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 549.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΙΔΕΩΝ ΤΟΜ. β ἐν πολέμοις ἀριστεύσαντας Ἀθηναίων· τί γὰρ ἄπην τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ καὶ προσῆν ὧν οὐ δεῖ προσεῖναι; εἰπὼν δυναίμην ἂ βούλομαι, βουλοίμην δ’ ἂ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν ἀνθρώπινον φθόνον· οὗτοι γὰρ ἐκέκτηντο ἐνθεον μὲν τὴν ἀρετὴν, ἀνθρώπινον δὲ τὸ θνητόν, πολλὰ μὲν δή τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα, τοῦτο νομίζοντες θεióτατον καὶ κοινότατον νόμον, τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, καὶ διςσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην τὴν μὲν βουλεύου-