Ancient Greek
561.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 561.3
Unproofread scanNot analysed yet
Τῷ μὲν οὖν Δημοσθένει οἱ λοιποὶ τῶν δέκα, καὶ τὰ λοιπά. Ἡθος καὶ πάθος· διαφορὰ τούτων, ὅτι τὸ μὲν ἦθος ἔμμονον εἶναι φασί, τὸ δὲ πάθος ἐπιγίνεσθαι καὶ ἐξίστασθαι ὡς ἐνεοῖς· ἐνὸς δ’ ἀπορητικὸς κατὰ τι καὶ ἀχανὴς καὶ εἰς ἑαυτὸν ἐστραμμένος καὶ οἷον ἐν ἑαυτῷ ἂν. β. Καὶ λεπτότερός ἐστι· πολλαχοῦ τὸ καθαρὸν καὶ εὐκρινὲς· εἴτουν τὸ σαφὲς λεπτὸν λέγει, ὥσπερ τὸ περιβεβλημένον μεστόν. γ. Τοῖς ἀπὸ τῶν μύθων· μῦθος μὲν ὁ πᾶντη ψευδής, μυθικὸν δὲ τὸ ἐγγίζον τῷ μύθῳ καὶ δυνάμενον· καὶ ἀληθὲς εἶναι δοκεῖν. δ. ἀλλ’ οἵους εἶναι· ὡς ὅταν διηγῆται τὰ περὶ τὴν χελιδόνα καὶ λάμειαν, καὶ ὅλως τὰ ἐν τῇ δεκαμυθίᾳ εἰρημένα οὐ πολιτικά, ἀλλὰ δραματικὰ τε καὶ ποιητικά.