Ancient Greek
562.12
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 562.12
Unproofread scanNot analysed yet
καὶ ἐναντίας· ἀντικειμένας ἀλλήλαις. Κεχαρισμένα· πρὸς ΜΑΞΙΜ. ΤΟΥ ΠΑΛΑΙΟΥΛ. ΣΧΟΛΙΑ κ. τ. λ. ρηται, ἐργασία γὰρ αὐτῆς ἐστι καὶ σχηματισμὸς πρὸς ὅπερ ὁ λέγων βούλεται· καὶ ἔτι, ὅτι οὐκ οἶδεν ὁ τεχνικὸς μεθόδου καὶ σχήματος διαφοράν, ἢ μόνον τὴν μέθοδον ἐπὶ τῆς ἐννοίας τάττεσθαι, ἕτερον δὲ ἐπὶ τῆς λέξεως· δεινότητα δὲ νῦν ὀφείλομεν νοεῖν τῶν τριῶν τὴν μίαν, δηλαδὴ τὴν οὖσαν μὲν, μὴ φαινομένην δὲ. Δεινὸν δὲ σημαίνει τέσσαρα, τὸ φοβερὸν καὶ μέγα καὶ καταπληκτικόν, παραγόμενον ἐκ τοῦ δέους, καὶ τὸ βαδὺ καὶ περιενενημένον, καὶ τὸ κατὰ αὐξήσιν καὶ μείωσιν προχωροῦν, καὶ τὸ μετὰ συνέσεως πιθανόν τε καὶ εὐκαμρον, ἃ πάντα ἐπὶ τῆς δεινότητος χώραν ἔχει. Περὶ δὲ τῶν τριῶν εἴδων τῆς δεινότητος ἐν τῇ ἰδέᾳ τῇ δεινότητι ἰκανῶς ὁ Ἑρμογένης φθάσας ἐτεχνολόγησεν. Τί μὲν ἐστι δεινότης, ὑπέγραψεν Ἀριστοτέλης ἐν τῷ περὶ πολιτικῶν λόγων εἰπών, ὅτι δεινότης ἐστὶ τὸ πόρρωθεν τὸ χρήσιμον ἑαυτῷ προδιοιχεῖσθαι, καὶ τὸ προαναίρειν τὸ ἀντιπίπτον αὐτῷ, μέθοδος δέ, φησί, ποῖος σχηματισμὸς κατ’ ἐξαίρετον περὶ τὴν ἐννοιαν· τὸ σχῆμα μὲν γὰρ λέξεως, ἡ δὲ μέθοδος ἐννοίας. —Πρὸς τί χρήσιμα τὰ μέρη τοῦ λόγου καιροῦ τυγχόντα, καὶ ὅσα ἐν αὐτῷ καὶ οἷα δύναται