Ancient Greek
566.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 566.3
Unproofread scanNot analysed yet
Cap. XIII. Ἐπιδεικτικὰ λέγονται τὰ ἐπιτετμημένα [aliud schol. τὰ κατ’ ἐπιτήδευσι] σοφιστικὰ τὰ ἀληθῆ καὶ ἀναγκαῖα καὶ γοηγὰ, οἱ γὰρ ἀγωνιζόμενοι σπουδῆς δεόμενοι καὶ τομῆς ἀνεπιτήδευτα λέγουσι. Φύσις τοῦ πράγματος ἐστιν, ἵνα εἰσέλθωμεν εἰς τὸ πλοῖον καὶ δώμεν τὴν κόρην καὶ ἀπέλθωμεν. Πάρεργόν ἐστι τὸ ἀγειρόμεν, θήσομεν καὶ τὰ λοιπά. Ἀγωνιστικὰ· ἀναγκαῖα δικανικά. σώφρων ἐστὶν ἀκοὴ ἡ ἡδύνουσα τὸν ἀκροατήν, τούτεστι πείθουσα, ἡ δὲ μὴ σώφρων, ἡδύνουσα δὲ, ἡ διὰ τῶν σκωμμάτων τοὺς ἀκροατὰς ποιούσα γελᾶν. Ὄνομα κύριον τὸ Πῶλε· μαθητὴς γὰρ ἦν· τὸ δὲ ἵνα προσείπῃ σε κατὰ σέ, ἐστὶν ἡ παρίσωσις. Ἀγωνιστικὰ κυρίως τὰ ἀληθευτικὰ λέγεται, ἐπειδὴ τὰ δικανικὰ ἀληθείας χρῆζουσιν. τὰ ἀγωνιστικὰ· παρὰ· τοσοῦτον οἱ ἡμέτεροι παιδευταὶ καὶ τὰ ἐξῆς· ὥ λῶστε Πῶλε· πάρωσιν ὅλον τὸ Πλατωνικὸν χωρίον. Διδάσκουσι γὰρ· ὡς ἀπὸ τοῦ Πλάτωνος τοῦτο ἔλαβε. Οἱ σοφοὶ· εἰρωνικῶς. Πρόθοος ὄνομα· θοὸς ἀρετή· καὶ σοφὸς ἀρετή· Σοφοκλῆς ὄνομα,