Ancient Greek
567.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 567.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΛΕΙΝΟΤΗΤΟΣ πᾶσα λέξις εὑρίσκεται διὰ δήλωσιν τινος πράγματος· δηλοῖ δὲ τι τηνικαῦτα, ὅτε οἰκείως καὶ κατὰ καιρὸν τὸν προσἥκοντα τεθῇ· αὐτὸ γὰρ τὸ κακοῦργος ὅταν ἐπὶ τινος ὀνομασθῇ κακίας διαφόρους ἐργαζομένου, ἐκεῖνον δηλοῖ δήπου τὸν εἰργασμένον· ἂν μέντοι ὁ καιρὸς ἄλλος ᾖ, καὶ ὅ τὸ πρόσωπον κλοπὰς εἰργάσατο μόνας, οὐχ ἑτέραν κακίαν, οὐ τὸν προειρημένον δηλοῖ, ἀλλ’ ἐν προσθήκῃ ἤθους ἐκεῖνον αὐτὸν τὸν κεκλωφότα· χρηστὸν ἴσμεν τὸν ἀγαθόν, δυνάμεθα δὲ κατὰ καιρὸν εὐθετον καὶ τὸν πονηρὸν ἐν ἧθει τῇ τῆς εἰρωνείας χρηστὸν ὀνομάσαι.