Ancient Greek
568.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 568.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ΣΧΟΛΙΑ Πάσης λέξεως τῆς ἀγνοουμένης ἐν πεζῷ λόγῳ τρεῖς μέθοδοι τῆς εὐρέσεως· καὶ τὰ λοιπά. Εἰσαγγελία ἐστὶν ἡ εἰσαγωγή τῆς δίκης· ὡς ἐὰν εἴπω, κατηγορῶ Νικίου προδοσίας· φάσις δὲ ἡ ψιλὴ προσἀγγελία· τὸ δὲ διὰ τεσσάρων τὸ ἐπτάχορδόν ἐστι· μοσχεύειν δὲ λέγουσιν οἱ γεωργοὶ τὸ ἐντιθέναι ἀνεστραμμένως τὰ κλήματα ἐν ὀρύγματι γῆς ἐπὶ τῷ ἐκφύσαι ῥίζας, εἴθ’ οὕτως ἐμφυτευθῆναι.