Ancient Greek
573.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 573.5
Unproofread scanNot analysed yet
Cap. XXXIV. Ἐκ τοῦ κωμικοῦ· οἷον Ἀριστοφάνης καὶ Λουκιανός· ἐκ τοῦ βίου· τοῦ Μενάνδρου δηλονότι. κωμικῶς λέ-γειν· ἀπὸ τοῦ κώμου· τὸ γὰρ ἀστειολογεῖν ἴδιον τῶν κωμαζόντων. Λιεκωμόδησε· τοῦτό τις σχηματίζει καὶ λέγει εἰς διόρθωσιν καὶ σύνεσιν ἀσυνέτου. Βδελυρόν· καὶ ὁ Θεολόγος· ἐγὼ γὰρ ἐπαθὸν τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαιδεύτος, εἰ μὴ καὶ μᾶλλον. Προσ-δοκῶ μέν· καὶ ὁ Θεολόγος λέγει· ἐνὶ μόνῳ ἐνχαριστοῦντες, τῷ μὴ τὴν λῆψιν αὐτῶν δρῶν, ἐκδίδεται γὰρ ὁ ἄκραστις ἀκούσαι τι καὶ μεῖζον καὶ οὐκ ἤκουσεν. εἰκόσιν· εἰκόνας τὰ παραδείγματα, ὧν ἐτυχεν· οὐ τῶν τυχόντων. ib. ἐδόκουν δὲ οἱ ἄκροαται, ὅτι εἰπεῖν θέλει, οἷς ὁ δῆμος εὔχεται, ὅπερ οὐκ εἶπεν, ἀλλὰ καταφά-ται. ὁ δῆμος· ἄγαθὸν προσδοκῶν ἤκουσε φαῦλον. αὐτογρά-φικος· τραγικὸς ἐστιν ὁ μιμούμενος τὰ τῶν δραμάτων πρόσωπα.