Ancient Greek
497.2
Maximus, Περὶ τῶν ἀλύτων ἀντιθέσεων (Fort. Auctore Maximo Byzantio) 497.2
Unproofread scanNot analysed yet
α’. Ἐν μὲν οὖν προσχήματι τοῦ δοκεῖν λύειν ἀλυτον οὐδὲν τὴν ἀντίθεσιν, ἀντικατηγορεῖ ὁ ῥήτωρ ἐν τῷ κατ’ Αἰσχίνου. Κακῶς οἱ στρατηγοὶ ἔχρουντο τῷ πολέμῳ, καὶ διὰ τοῦτο εἰρήνην ἐπράξαμεν. Οὐ δυνάμενος λύσαι ταύτην ὁ ῥήτωρ, ἀντικατηγορῶν φάσκει· Ἄν δὲ ταῦτα λέγῃ, πρὸς θεῶν ἀντερωτήσατε αὐτὸν μεμνημένοι, πότερον ἐξ ἑτέρας τινὸς πόλεως ὤχετο πρεσβεύων, ἢ ταύτης αὐτῆς. Εἰ μὲν γὰρ ἐξ ἑτέρας, ἤν χειραπτεῦναι τε τῷ πολέμῳ φήσει, καὶ χρηστοὺς ἔχειν στρατηγοὺς, εἰκότως χρήματα εἴληφεν· εἰ δὲ ἐκ ταύτης αὐτῆς, τίνος ἕνεκα ἐφ’ οἷς ἡ πειφασα πόλις τῶν αὐτῶν ἀφίστηκεν, ἐπὶ τούτοις οὕτως δῶρα προλαβὼν φαίνεται; Ἀδυνατῶν γὰρ δεῖξαι ὅτι οὐ κακῶς οἱ στρατηγοὶ ἐπολέμουν, διὰ τοῦτο οὖν φησιν ἀντικατηγορεῖν, δῶρα εἴληφας.