Ancient Greek · ~9 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 18
Not analysed yet
Αὐτοῖν δὲ τοῖν μεγίστοιν ποταμοῖν τοῦ τε Γάγγεω καὶ τοῦ Ἰνδοῦ τὸν Γάγγεα μεγέθει πολύτι ὑπερφέρειν Μεγασθένης ἀνέγραψεν, καὶ ὅσοι ἄλλοι μνήμην τοῦ Γάγγεω ἔχουσιν· (3) αὐτόν τε γὰρ μέγαν ἀνίσχειν ἐκ τῶν πηγέων, δέχεσθαί τε ἐς αὑτὸν τόν τε Καῖνὰν ποταμὸν, καὶ τὸν Ἐραννοβόαν καὶ τὸν Κοσσόανον (Κοσσόαγος sec. Plin.) ,πάντας πλωτούς· ἔτι δὲ Σῶνόν τε ποταμὸν καὶ Σιττόκοτιν (v. l. Σιττόκεστιν) καὶ Σολόματιν, καὶ τούτους πλωτούς. (4) Ἐπὶ δὲ Κονδοχάτην τε καὶ Σάμβον καὶ Μάγωνα καὶ Ἀγόρανιν (v. l. Ἀγύρανιν) καὶ Ὤμαλιν· ἐμβάλλουσι δὲ ἐς αὐτὸν Κομμενάσης (v. l. Κομμινάσης) τε μέγας ποταμὸς καὶ Κάκουθις καὶ Ἀνδώματις ἐξ ἔθνεος Ἰνδικοῦ τοῦ Μανδιαδινῶν ῥέων· (5) καὶ ἐπὶ τούτοισιν Ἄμυστις παρὰ πόλιν Καταδούπην, καὶ Ὀξύματις (e conj. Schwanb. ; Ὀξύμαγις codd.) ἐπὶ Παζάλαισι (v. l. Πασάλαις. Sanscr. Pankâla) καλουμένοισι, καὶ Ἐρρένυσις (v. l. Ἐρρένυσις, Ἐρινέσης) ἐν Μάθαισιν, ἔθνεϊ Ἰνδικῷ, ξυμβάλλει τῷ Γάγγῃ. (6) Τούτων λέγει Μεγασθένης οὐδένα εἶναι τοῦ Μαιάνδρου ἀποδέοντα, ἵναπερ ναυσίπορος ὁ Μαίανδρος. (7) Εἶναι, ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθα περ αὐτὸς ἑωϋτοῦ στεινότατος, εἰς ἑκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τε ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα. (8) Τῷ δὲ Ἰνδῷ ἐς ταὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρόβαισι (v. l. Ἀστρύβαις) καὶ τὸν Σαράγγην ἐκ Κηκέων (v. l. Κηνέων, Μηκέων, sancr. Cêcaja) καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς Ἀκεσίνην ἐμβάλλουσιν. (9) Ὑδάσπης ἐν δὲ Ὀξυδράκαισιν ἄγων ἅμα οἱ τὸν Σίναρον ἐν Ἀρίσπαισι, ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος. (10) Ὁ δὲ Ἀκεσίνης ἐν Μαλλοῖς ξυμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. Τούτων ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσι ἐκνικήσας αὐτὸς τῷ ἑωϋτοῦ ἤδη οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν· (11) Κωφὴν δὲ ἐν Πευκελαιήτιδι, ἅμα οἷ ἄγων Μαλάμαντόν (v. l. Μάλλαντον) τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ ἐς τὸν Ἰνδόν. (12) Καθύπερθε δὲ τούτων Πάρενος (v. l. Πτάρενος) καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ, ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων (em. Dübner. Et Lassen. ; codd. Σαβίσσα ῥέων. Βησσαρέων), ἔρημος ἄλλου ποταμοῦ, ἐκδιδοῖ ἐς αὐτόν. Καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει, ὅτι πλωτοί εἰσιν.