Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 19
Not analysed yet
Καὶ τόδε λέγει Μεγασθένης ὑπὲρ ποταμοῦ Ἰνδικοῦ, Σίλαν μὲν εἶναί οἱ οὔνομα, ῥέειν δὲ ἀπὸ κρήνης ἐπωνύμου τῷ ποταμῷ διὰ τῆς χώρης τῆς Σιλέων, καὶ τούτων ἐπωνύμων τοῦ ποταμοῦ τε καὶ τῆς κρήνης· (3) τὸ δὲ ὕδωρ παρέχεσθαι τοῖόνδε· οὐδὲν εἶναι ὅτεῳ ἀντέχει τὸ ὕδωρ, οὔτε τι νήχεσθαι ἐπ ̓ αὐτοῦ οὔτε τι ἐπιπλέειν, ἀλλὰ πάντα γὰρ ἐς βυσσὸν δύνειν· οὕτω τι ἀμενηνότερον πάντων εἶναι τὸ ὕδωρ ἐκεῖνο καὶ ἠεροειδέστερον.