Ancient Greek
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 27.1
Not analysed yet
Εὐτελεῖς δὲ κατὰ τὴν δίαιταν οἱ Ἰνδοὶ πάντες, μᾶλλον δ ̓ ἐν ταῖς στρατείαις· οὐδ ̓ ὄχλῳ περιττῷ χαίρουσι· διόπερ εὐκοσμοῦσι. Πλείστη δ ̓ ἐπιχειρία περὶ τὰς κλοπάς. Γενομένους (γενόμενος conj. Cas.) δ ̓ οὖν ἐν τῷ Σανδροκόττου στρατοπέδῳ φησὶν ὁ Μεγασθένης, τετταράκοντα μυριάδων πλήθους ἱδρυμένου, μηδεμίαν ἡμέραν ἰδεῖν ἀνηνεγμένα κλέμματα πλειόνων ἢ διακοσίων δραχμῶν ἄξια, ἀγράφοις καὶ ταῦτα νόμοις χρωμένοις. (2) Οὐδὲ γὰρ γράμματα εἰδέναι αὐτοὺς, ἀλλ ̓ ἀπὸ μνήμης ἕκαστα διοκεῖσθαι (*)· εὖ πράττειν δ ̓ ὅμως διὰ τὴν ἁπλότητα καὶ, τὴν εὐτέλειαν· οἷνόν τε γὰρ οὐ πίνειν, ἀλλ ̓ ἐν θυσίαις μόνον· πίνειν δ ̓ ἀπ ̓ ὀρύζης ἀντὶ κριθίνου συντιθέντας. Καὶ σιτία δὲ τὸ πλέον ὄρυζαν εἶναι ῥοφητήν. (3) Καὶ ἐν τοῖς νόμοις δὲ καὶ ἐν τοῖς συμβολαίοις τὴν ἁπλότητα ἐλέγχεσθαι ἐκ τοῦ μὴ πολυδίκους εἶναι· οὔτε γὰρ ὑποθήκης οὔτε παρακαταθήκης εἶναι δίκας· οὐδὲ μαρτύρων, οὐδὲ σφραγίδων αὐτοῖς δεῖν, ἀλλὰ πιστεύειν παραβαλλομένους· καὶ τὰ οἴκοι δὲ τὸ πλέον ἀφρουρεῖν. Ταῦτα μὲν δὴ σωφρονικά. Τἄλλ ̓ οὐδ ̓ ἄν τις ἀποδέξαιτο· τὸ μόνους διαιτᾶσθαι ἀεὶ, καὶ τὸ μὴ μίαν εἶναι πᾶσιν ὥραν κοινὴν δείπνου τε καὶ ἀρίστου, ἀλλ ̓ ὅπως ἑκάστῳ φίλον. Πρὸς γὰρ τὸν κοινωνικὸν καὶ τὸν πολιτικὸν βίον ἐκείνως κρεῖττον (cf. Aelian. V. H. IV, 1; Nicolaus Dam. fr. 47). 4. Γυμνάσιον δὲ μάλιστα τρίψιν δοκιμάζουσι, καὶ ἄλλως καὶ διὰ σκυταλίδων ἐβενίνων λείων ἐξομαλίζονται τὰ σώματα. Λιταὶ δὲ καὶ αἱ ταφαὶ, καὶ μικρὰ χώματα. Ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται. Χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται, σινδόνας τε φοροῦσιν εὐανθεῖς καὶ σκιάδια αὐτοῖς ἕπεται· τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν· ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται· διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν, ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι. Πολλὰς δὲ γαμοῦσιν ὠνητὰς παρὰ τῶν γονέων, λαμβάνουσί τε ἀντιδιδόντες ζεῦγος βοῶν· ὧν τὰς μὲν εὐπειθείας χάριν, τὰς δ ̓ ἄλλας ἡδονῆς καὶ πολυτεκνίας· εἰ δὲ μὴ σωφρονεῖν ἀναγκάσαιεν, πορνεύειν ἔξεστι. Θύει δὲ οὐδεὶς ἐστεφανωμένος οὐδὲ σπένδει, οὐδὲ σφάττουσι τὸ ἱερεῖον ἀλλὰ πνίγουσιν, ἵνα μὴ λελωβημένον ἀλλ ̓ ὁλόκληρον διδῶται τῷ θεῷ. 5. Ψευδομαρτυρίας δ ̓ ὁ ἁλοὺς ἀκρωτηριάζεται· ὅ τε πηρώσας οὐ τὰ αὐτὰ μόνον ἀντιπάσχει, ἀλλὰ καὶ χειροκοπεῖται· ἐὰν δὲ καὶ τεχνίτου χεῖρα ἢ ὀφθαλμὸν ἀφέληται, θανατοῦται. Δούλοις δὲ οὗτος μέν φησι μηδένα Ἰνδῶν χρῆσθαι· [Ὀνησίκριτος δὲ (fr. 20) τῶν ἐν τῇ Μουσικανοῦ τοῦτ ̓ ἴδιον ἀποφαίνει κτλ.] . 6. Τῷ βασιλεῖ δ ̓ ἡ μὲν τοῦ σώματος θεραπεία διὰ γυναικῶν ἐστιν, ὠνητῶν καὶ αὐτῶν παρὰ τῶν πατέρων· ἔξω δὲ τῶν θυρῶν οἱ σωματοφύλακες καὶ τὸ λοιπὸν στρατιωτικόν· μεθύοντα δὲ κτείνασα γυνὴ βασιλέα γέρας ἔχει συνεῖναι τῷ ἐκεῖνον διαδεξαμένῳ· διαδέχονται δ ̓ οἱ παῖδες. Οὐδ ̓ ὑπνοῖ μεθ ̓ ἡμέραν ὁ βασιλεὺς, καὶ νύκτωρ δὲ καθ ̓ ὥραν ἀναγκάζεται τὴν κοίτην ἀλλάττειν διὰ τὰς ἐπιβουλάς. 7. Τῶν γε μὴ κατὰ πόλεμον ἐξόδων μία μέν ἐστιν ἡ ἐπὶ τὰς κρίσεις, ἐν αἷς διημερεύει διακούων οὐδὲν ἧττον, κἂν ὥρα γένηται τῆς τοῦ σώματος θεραπείας· αὕτη δ ̓ ἐστὶν ἡ διὰ τῶν σκυταλίδων τρίψις· ἅμα γὰρ καὶ διακούει καὶ τρίβεται τεττάρων περιστάντων τριβέων. Ἑτέρα δ ̓ ἐστὶν ἡ ἐπὶ τὰς θυσίας ἔξοδος. Τρίτη δ ̓ ἐπὶ θήραν βακχική τις, κύκλῳ γυναικῶν περικεχυμένων, ἔξωθεν δὲ τῶν δορυφόρων· παρεσχοίνισται δ ̓ ἡ ὁδός· τῷ δὲ παρελθόντι ἐστὸς μέχρι γυνικῶν θάνατος· προηγοῦνται δὲ τυμπανισταὶ καὶ κωδωνοφόροι. Κυνηγετεῖ δ ̓ ἐν μὲν τοῖς περιφράγμασιν ἀπὸ βήματος τοξεύων· παρεστᾶσι δ ̓ ἔνοπλοι δύο ἢ τρεῖς γυναῖκες· ἐν δὲ ταῖς ἀφράκτοις θήραις ἀπ ̓ ἐλέφαντος· αἱ δὲ γυναῖκες αἱ μὲν ἐφ ̓ ἁρμάτων, αἱ δ ̓ ἐφ ̓ ἵππων, αἱ δὲ καὶ ἐπ ̓ ἐλεφάντων, ὡς καὶ συστρατεύουσιν, ἠσκημέναι παντὶ ὅπλῳ.