Ancient Greek · ~7 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 26
Not analysed yet
Λέγεται δὲ καὶ τάδε, μνημήια ὅτι Ἰνδοὶ τοῖς τελευτήσασιν οὐ ποιέουσιν, ἀλλὰ τὰς ἀρετὰς γὰρ τῶν ἀνδρῶν ἱκανὰς ἐς μνήμην τίθενται τοῖσιν ἀποθανοῦσι, καὶ τὰς ᾠδὰς αἳ αὐτοῖσιν ἐπᾴδονται. (2) Πολίων δὲ ἀριθμὸν οὐκ εἶναι ἂν ἀτρεκὲς ἀναγράψαι τῶν Ἰνδικῶν ὑπὸ πλήθεος· ἀλλὰ γὰρ ὅσαι παραποτάμιαι αὐτέων ἢ παραθαλάσσιαι, ταύτας μὲν ξυλίνας ποιέεσθαι· (3) οὐ γὰρ εἶναι ἐκ πλίνθου ποιεομένας διαρκέσαι ἐπὶ χρόνον τοῦ τε ὕδατος ἕνεκα τοῦ ἐξ οὐρανοῦ, καὶ ὅτι οἱ ποταμοὶ αὐτοῖσιν ὑπερβάλλοντες ὑπὲρ τὰς ὄχθας ἐμπιπλᾶσι τοῦ ὕδατος τὰ πεδία. (4) Ὅσαι δὲ ἐν ὑπερδεξίοισί τε καὶ μετεώροισι τόποισι καὶ τούτοισιν ὑψηλοῖσιν, ᾠκισμέναι εἰσὶ, ταύτας δὲ ἐκ πλίνθου τε καὶ πηλοῦ ποιέεσθαι· (5) μεγίστην δὲ πόλιν ἐν Ἰνδοῖσιν εἶναι Παλίμβοθρα καλεομένην, ἐν τῇ Πρασίων γῇ, ἵνα αἱ συμβολαί εἰσι τοῦ τε Ἐραννοβόα ποταμοῦ καὶ τοῦ Γάγγεω· τοῦ μὲν Γάγγεω, τοῦ μεγίστου ποταμῶν· ὁ δὲ Ἐραννοβόας τρίτος μὲν ἂν εἴη τῶν Ἰνδῶν ποταμῶν, μέζων δὲ τῶν ἀλλῃ καὶ οὗτος· ἀλλὰ ξυγχωρέει αὐτὸς τῷ Γάγγῃ, ἐπειδὰν ἐμβάλλῃ ἐς αὐτὸν τὸ ὕδωρ. (6) Καὶ λέγει Μεγασθένης, μῆκος μὲν ἐπέχειν τὴν πόλιν κατ ̓ ἑκατέρην τὴν πλευρὴν ἵναπερ μακροτάτη αὐτὴ ἑωυτῆς ᾤκισται ἐς ὀγδοήκοντα σταδίους τὸ δὲ πλάτος ἐς πεντεκαίδεκα· (7) τάφρον δὲ περιβεβλῆσθαι τῇ πόλι τὸ εὖρος ἑξάπλεθρον, τὸ δὲ βάθος τριήκοντα πήχεων· πύργους δὲ ἑβδομήκοντα καὶ πεντακοσίους ἐπέχειν τὸ τεῖχος καὶ πύλας τέσσαρας καὶ ἑξήκοντα. (8) Εἶναι δὲ καὶ τόδε μέγα ἐν τῇ Ἰνδῶν γῇ, πάντας Ἰνδοὺς εἶναι ἐλευθέρους, οὐδέ τινα δοῦλον εἶναι Ἰνδόν· τοῦτο μὲν Λακεδαιμονίοισιν ἐς ταὐτὸ συμβαίνει καὶ Ἰνδοῖσι. (9) Λακεδαιμονίοισι μέν γε οἱ εἵλωτες δοῦλοί εἰσι καὶ τὰ δούλων ἐργάζονται Ἰνδοῖσι δὲ οὐδὲ ἄλλος δοῦλός ἐστι μήτι γε Ἰνδῶν τις.