Ancient Greek
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 3
Not analysed yet
Τὴν Ἰνδικὴν περιώρικεν ἀπὸ μὲν τῶν ἄρκτων τοῦ Τύρου τὰ ἔσχατα· ἀπὸ δὲ τῆς Ἀριανῆς μέχρι τῆς ἑῴας θαλάττης, ἅπερ οἱ ἐπιχώριοι κατὰ μέρος Παροπάμισόν τε καὶ Ἠμωδὸν καὶ Ἴμαον καὶ ἄλλα ὀνομάζουσι, Μακεδόνες δὲ Καύκασον· ἀπὸ τῆς ἑσπέρας ὁ Ἰνδὸς ποταμός· τὸ δὲ νότιον καὶ τὸ προσεῷον πλευρὸν πολὺ μείζω τῶν ἑτέρων ὄντα προπέπτωκεν εἰς τὸ Ἀτλαντικὸν πέλαγος, καὶ γίνεται ῥομβοειδὲς τὸ τῆς χώρας σχῆμα, τῶν μειζόνων πλευρῶν ἑκατέρου πλεονεκτοῦντος παρὰ τὸ ἀπεναντίον πλευρὸν τρισχιλίοις σταδίοις, ὅσον ἐστὶ τὸ κοινὸν ἄκρον τῆς τε ἑωθινῆς παραλίας καὶ τῆς μεσημβρινῆς, ἔξω προπεπτωκὸς ἐξ ἴσης ἐφ ̓ ἑκάτερον παρὰ τὴν ἄλλην ἠϊόνα. Τῆς μὲν οὖν ἑσπερίου πλευρᾶς ἀπὸ τῶν Καυκασίων ὀρῶν ἐπὶ τὴν νότιον θάλατταν στάδιοι μάλιστα λέγονται μύριοι τρισχίλιοι παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τῶν ἐκβολῶν αὐτοῦ· ὥστ ̓ ἀπεναντίον ἡ ἑωθινὴ προσλαβοῦσα τοὺς τῆς ἄκρας τρισχιλίους ἔσται μυρίων καὶ ἑξακισχιλίων σταδίων. Τοῦτο μὲν οὖν πλάτος τῆς χώρας τό τ ̓ ἐλάχιστον, καὶ τὸ μέγιστον. Μῆκος δὲ τὸ ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω· τούτου δὲ τὸ μὲν μέχρι Παλιβόθρων ἔχοι τις ἂν βεβαιοτέρως εἰπεῖν· καταμεμέτρηται γὰρ σχοινίοις (σχοίνοισι Arrian.) ,καὶ ἔστιν ὁδὸς βασιλικὴ σταδίων μυρίων (codd. Δισμυρίων)· τὰ δ ̓ ἐπέκεινα στοχασμῷ λαμβάνεται διὰ τῶν ἀνάπλων τῶν ἐκ θαλάττης διὰ τοῦ Γάγγου ποταμοῦ μέχρι Παλιβόθρων· εἴη δ ̓ ἂν σταδίων ἑξακισχιλίων. Ἔσται δὲ τὸ πᾶν, ᾗ βραχύτατον, μυρίων ἑξακισχιλίων, ὡς ἔκ τε τῆς ἀναγραφῆς τῶν σταθμῶν τῆς πεπιστευμένης μάλιστα λαβεῖν Ἐρατοσθένης φησί· καὶ ὁ Μεγασθένης οὕτω συναποφαίνεται· Πατροκλῆς δὲ χιλίοις ἔλαττόν φησι . . . Ἐκ δὲ τούτων πάρεστιν ὁρᾶν, ὅσον διαφέρουσιν αἱ τῶν ἄλλων ἀποφάσεις, Κτησίου μὲν οὐκ ἐλάττω τῆς ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος, Ὀνησικρίτου δὲ τρίτον μέρος τῆς οἰκουμένης, Νεάρχου δὲ μηνῶν ὁδὸν τεττάρων τὴν δι ̓ αὐτοῦ τοῦ πεδίου, Μεγασθένους δὲ καὶ Δηϊμάχου μετριασάντων μᾶλλον· ὑπὲρ γὰρ δισμυρίους τιθέασι σταδίους, τὸ ἀπὸ τῆς νοτίου θαλάττης ἐπὶ τὸν Καύκασον.