Ancient Greek · ~7 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 30
Not analysed yet
Ὑπερεκπίπτων δ ̓ ἐπὶ τὸ μυθῶδες πεντασπιθάμους ἀνθρώπους λέγει καὶ τρισπιθάμους, ὧν τινας ἀμύκτηρας, ἀναπνοὰς ἔχοντας μόνον δύο ὑπὲρ τοῦ στόματος· πρὸς δὲ τοὺς τρισπιθάμους πόλεμον εἶναι ταῖς γεράνοις (ὃν καὶ Ὅμηρον δηλοῦν) καὶ τοῖς πέρδιξιν, οὓς χηνομεγέθεις εἶναι· τούτους δ ̓ ἐκλέγειν αὐτῶν τὰ ᾠὰ καὶ φθείρειν· ἐκεῖ γὰρ ᾠοτοκεῖν τὰς γεράνους· διόπερ μηδαμοῦ μηδ ̓ ᾠὰ εὑρίσκεσθαι γεράνων, μήτ ̓ οὖν νεόττια· πλειστάκις δ ̓ ἐκπίπτειν γέρανον χαλκῆν ἔχουσαν ἀκίδα ἀπὸ τῶν ἐκεῖθεν πληγμάτων. Ὅμοια δὲ καὶ τὰ περὶ τῶν Ἐνωτοκοιτῶν καὶ τῶν ἀγρίων ἀνθρώπων καὶ ἄλλων τερατωδῶν. Τοὺς μὲν οὖν ἀγρίους μὴ κομισθῆναι παρὰ Σανδρόκοττον· ἀποκαρτερεῖν γάρ (*)· ἔχειν δὲ τὰς μὲν πτέρνας πρόσθεν, τοὺς δὲ ταρσοὺς ὄπισθεν καὶ τοὺς δακτύλους. Ἀστόμους δέ τινας ἀχθῆναι, ἀνθρώπους ἡμέρους· οἰκεῖν δὲ περὶ τὰς πηγὰς τοῦ Γάγγου· τρέφεσθαι δ ̓ ἀτμαῖς ὀπτῶν κρεῶν καὶ καρπῶν καὶ ἀνθέων ὀσμαῖς, ἀντὶ τῶν στομάτων ἔχοντας ἀναπνοάς· χαλεπαίνειν δὲ τοῖς δυσώδεσι, καὶ διὰ τοῦτο περιγίνεσθαι μόλις καὶ μάλιστα ἐν στρατοπέδῳ. Περὶ δὲ τῶν ἄλλων διηγεῖσθαι τοὺς φιλοσόφους Ὠκύποδάς τε ἱστοροῦντας ἵππων μᾶλλον ἀπιόντας· Ἐνωτοκοίτας δὲ ποδήρη τὰ ὦτα ἔχοντας, ὡς ἐγκαθεύδειν, ἰσχυροὺς δ ̓ ὥστ ̓ ἀνασπᾶν δένδρα καὶ ῥήττειν νευράν· Μονομμάτους δὲ ἄλλους, ὦτα μὲν ἔχοντας κυνὸς, ἐν μέσῳ δὲ τῷ μετώπῳ τὸν ὀφθαλμὸν, ὀρθοχαίτας, λασίους τὰ στήθη· τοὺς δὲ Ἀμύκτηρας εἶναι παμφάγους, ὠμοφάγους, ὀλιγοχρονίους, πρὸ γήρως θνήσκοντας· τοῦ δὲ στόματος τὸ ἄνω προχειλότερον εἶναι πολύ. Περὶ δὲ τῶν χιλιετῶν Ὑπερβορέων τὰ αὐτὰ λέγειν Σιμωνίδῃ καὶ Πινδάρῳ καὶ ἄλλοις μυθολόγοις. [Μῦθος δὲ καὶ τὸ ὑπὸ Τιμαγένους λεχθὲν, ὡς ὅτι χαλκὸς ὕοιτο σταλαγμοῖς χαλκοῖς καὶ σύροιτο. Ἐγγυτέρω δὲ πίστεώς φησιν ὁ Μεγασθένης, ὅτι οἱ ποταμοὶ καταφέροιεν ψῆγμα χρυσοῦ, καὶ ἀπ ̓ αὐτοῦ φόρος ἀπάγοιτο τῷ βασιλεῖ· τοῦτο γὰρ καὶ ἐν Ἰβηρίᾳ συμβαίνει.]