Ancient Greek · ~18 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 35.1
Not analysed yet
Νενέμηνται δὲ οἱ πάντες Ἰνδοὶ ἐς ἑπτὰ μάλιστα γενεάς· ἐν μὲν αὐτοῖσιν οἱ σοφισταί εἰσι, πλήθεϊ μὲν μείους τῶν ἄλλων, δόξῃ δὲ καὶ τιμῇ γεραρώτατοι. (2) Οὔτε γάρ τι τῷ σώματι ἐργάζεσθαι ἀναγκαίη σφὶν προσκέεται, οὔτε τι ἀποφέρειν ἀπ ̓ ὅτου πονέουσιν ἐς τὸ κοινόν· οὐδέ τι ἄλλο ἀνάγκης ἁπλῶς ἐπεῖναι τοῖσι σοφιστῇσιν, ὅτι μὴ θύειν τὰς θυσίας τοῖσι θεοῖσιν ὑπὲρ τοῦ κοινοῦ τῶν Ἰνδῶν· (3) καὶ ὅστις δὲ ἰδίᾳ θύει, ἐξηγητὴς αὐτῷ τῆς θυσίης τῶν τις σοφιστέων τούτων γίνεται, ὡς οὐκ ἂν ἄλλως κεχαρισμένα τοῖς θεοῖσι θύσαντας. (4) Εἰσὶ δὲ καὶ μαντικῆς οὗτοι μοῦνοι Ἰνδῶν δαήμονες, οὐδὲ ἐφεῖται ἄλλῳ μαντεύεσθαι ὅτι μὴ σοφῷ ἀνδρί. (5) Μαντεύουσι δὲ ὅσα ὑπὲρ τῶν ὡρέων τοῦ ἔτεος καὶ εἴ τις ἐς τὸ κοινὸν συμφορὴ καταλαμβάνει· τὰ δὲ ἴδια ἑκάστοισιν οὔ σφιν μέλει μαντεύεσθαι, ἢ ὡς οὐκ ἐξικνεομένης τῆς μαντικῆς ἐς τὰ σμικρότερα, ἢ ὡς οὐκ ἄξιον ἐπὶ τούτοισι πονέεσθαι. (6) Ὅστις δὲ ἁμάρτοι ἐς τρὶς μαντευσάμενος, τούτῳ δὲ ἄλλο μὲν κακὸν γίνεσθαι οὐδὲν, σιωπᾶν δὲ εἶναι ἐπάναγκες τοῦ λοιποῦ· καὶ οὐκ ἔστιν ὅστις ἐξαναγκάσει τὸν ἄνδρα τοῦτον φωνῆσαι, ὅτου ἡ σιωπὴ κατακέκριται. (7) Οὗτοι γυμνοὶ διαιτῶνται οἱ σοφισταὶ, τοῦ μὲν χειμῶνος ὑπαίθριοι ἐν τῷ ἡλίῳ, τοῦ δὲ θέρεος ἐπὴν ὁ ἥλιος κατέχῃ, ἐν τοῖσι λειμῶσι καὶ τοῖσιν ἕλεσιν ὑπὸ δένδρεσι μεγάλοισιν· ὧν τὴν σκιὴν Νέαρχος λέγει ἐς πέντε πλέθρα ἐν κύκλῳ ἐξικνέεσθαι, καὶ ἂν καὶ μυρίους ἀνθρώπους ὑπὸ ἑνὶ δένδρεϊ σκιάζεσθαι· τηλικαῦτα εἶναι ταῦτα τὰ δένδρεα. (8) Σιτέονται δὲ ὡραῖα καὶ τὸν φλοιὸν τῶν δένδρεων, γλυκύν τε ὄντα τὸν φλοιὸν καὶ τρόφιμον οὐ μεῖον ἤπερ αἱ βάλανοι τῶν φοινίκων. 9. Δεύτεροι δ ̓ ἐπὶ τούτοισιν οἱ γεωργοί εἰσιν· οὗτοι πλήθεϊ πλεῖστοι Ἰνδῶν ἐόντες· καὶ τούτοισιν οὔτε ὅπλα ἐστὶν ἀρήια οὔτε μέλει τὰ πολέμια ἔργα, ἀλλὰ τὴν χώρην οὗτοι ἐργάζονται· καὶ τοὺς φόρους τοῖσι τε βασιλεῦσι καὶ τῇσι πόλισιν, ὅσαι αὐτόνομοι, οὗτοι ἀποφέρουσι· (10) καὶ εἰ πόλεμος ἐς ἀλλήλους τοῖσιν Ἰνδοῖσι τύχοι, τῶν ἐργαζομένων τὴν γῆν οὐ θέμις σφὶν ἅπτεσθαι, οὐδὲ αὐτὴν τὴν γῆν τάμνειν· ἀλλὰ οἱ μὲν πολεμέουσι καὶ κατακαίνουσιν ἀλλήλους ὅπως τύχοιεν, οἱ δὲ πλησίον αὐτῶν κατ ̓ ἡσυχίην ἀροῦσιν ἢ τρυγῶσιν ἢ κλαδοῦσιν ἢ θερίζουσιν. 11. Τρίτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ νομέες, οἱ ποιμένες τε καὶ βουκόλοι, καὶ οὗτοι οὔτε κατὰ πόλιας οὔτε ἐν τῇσι κώμῃσιν οἰκέουσι. Νομάδες τέ εἰσι καὶ ἀνὰ τὰ οὔρεα βιοτεύουσι· φόρον δὲ καὶ οὗτοι ἀπὸ τῶν κτηνέων ἀποφέρουσι· καὶ θηρεύουσιν οὗτοι ἀνὰ τὴν χώρην ὄρνιθάς τε καὶ ἄγρια θηρία. Cap. XII. Τέταρτον δὲ ἐστι τὸ δημιουργικόν τε καὶ καπηλικὸν γένος. Καὶ οὗτοι λειτουργοί εἰσι, καὶ φόρον ἀποφέρουσιν ἀπὸ τῶν ἔργων τῶν σφετέρων, πλήν γε δὴ ὅσοι τὰ ἀρήια ὅπλα ποιέουσιν· οὗτοι δὲ καὶ μισθὸν ἐκ τε ναυπηγοὶ καὶ οἱ ναῦταί εἰσιν, ὅσοι κατὰ τοὺς ποταμοὺς πλώουσι. 2. Πέμπτον δὲ γένος ἐστὶν Ἰνδοῖσιν οἱ πολεμισταὶ, πλήθεϊ μὲν δεύτερον μετὰ τοὺς γεωργοὺς, πλείστῃ δὲ ἐλευθερίῃ τε καὶ εὐθυμίῃ ἐπιχρεόμενον· καὶ οὗτοι ἀσκηταὶ μούνων τῶν πολεμικῶν ἔργων εἰσί. (3) Τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖσι ποιέουσι, καὶ ἵππους ἄλλοι παρέχουσι· καὶ διακονέουσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖσι θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιοχεύουσιν. (4) Αὐτοὶ δὲ, ἔστ ̓ ἂν μὲν πολεμέει δέῃ, πολεμέουσιν, εἰρήνης δὲ γενομένης εὐθυμέονται· καί σφιν μισθὸς ἐκ τοῦ κοινοῦ τοσόσδε ἔρχεται, ὡς καὶ ἄλλους τρέφειν ἀπ ̓ αὐτοῦ εὐμαρέως. 5. Ἕκτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ ἐπίσκοποι καλεόμενοι. Οὗτοι ἐφορῶσι τὰ γινόμενα κατά τε τὴν χώρην καὶ κατὰ τὰς πόλιας· καὶ ταῦτα ἀναγγέλλουσι τῷ βασιλέ(??), ἵναπερ βασιλεύονται Ἰνδοὶ, ἢ τοῖσι τέλεσιν, ἵναπερ αὐτόνομοι εἰσί· καὶ τούτοισιν οὐ θέμις ψεῦδος ἀγγεῖλαι οὐδέν· οὐδέ τις Ἰνδῶν αἰτίην ἔσχε ψεύσασθαι. 6. Ἕβδομοι δέ εἰσιν οἱ ὑπὲρ τῶν κοινῶν βουλευόμενοι ὁμοῦ τῷ βασιλέϊ, ἢ κατὰ τὰς πόλιας ὅσαι αὐτόνομοι σὺν τῇσιν ἀρχῇσι. (7) Πλήθεϊ μὲν ὀλίγον τὸ γένος τοῦτό ἐστι, σοφίῃ δὲ καὶ δικαιότητι ἐκ πάντων προκεκριμένον· ἔνθεν οἵ τε ἄρχοντες αὐτοῖσιν ἐπιλέγονται καὶ ὅσοι νομάρχαι καὶ ὕπαρχοι καὶ θησαυροφύλακές τε καὶ στρατοφύλακες, ναύαρχοί τε καὶ ταμίαι, καὶ τῶν κατὰ γεωργίην ἔργων ἐπιστάται. 8. Γαμέειν δὲ ἐξ ἑτέρου γένεος οὐ θέμις, οἷον τοῖσι γεωργοῖσιν ἐκ τοῦ δημιουργικοῦ, ἢ ἔμπαλιν· οὐδὲ δύο τέχνας ἐπιτηδεύειν τὸν αὐτὸν, οὐδὲ τοῦτο θέμις· οὐδὲ ἀμείβειν ἐξ ἑτέρου γένεος εἰς ἕτερον, οἷον γεωργικὸν ἐκ νομέος γενέσθαι, ἢ νομέα ἐκ δημιουργικοῦ. (9) Μοῦνον σφίσιν ἀνεῖται σοφιστὴν ἐκ παντὸς γένεος γενέσθαι. Ὅτι οὐ μαλθακὰ τοῖσι σοφιστῇσιν εἰσὶ τὰ πρήγματα, ἀλλὰ πάντων ταλαιπωρότατα.