Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 36
Not analysed yet
(1) Φησὶ δὴ τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ἑπτὰ μέρη διῃρῆσθαι, καὶ πρώτους μὲν τοὺς φιλοσόφους εἶναι κατὰ τιμὴν, ἐλαχίστους δὲ κατ ̓ ἀριθμόν· χρῆσθαι δ ̓ αὐτοῖς ἰδίᾳ μὲν ἑκάστῳ τοὺς θύοντας ἢ τοὺς ἐναγίζοντας, κοινῇ δὲ τοὺς βασιλέας κατὰ τὴν μεγάλην λεγομένην σύνοδον, καθ ̓ ἣν τοῦ νέου ἔτους ἅπαντες οἱ φιλόσοφοι τῷ βασιλεῖ συνελθόντες ἐπὶ θύρας, ὅ τι ἂν ἕκαστος αὐτῶν συντάξῃ τῶν χρησίμων, ἢ τηρήσῃ πρὸς εὐετηρίαν καρπῶν τε καὶ ζώων καὶ περὶ πολιτείας, προφέρει τοῦτο εἰς τὸ μέσον· ὃς δ ̓ ἂν τρὶς ἐψευσμένος ἁλῷ, νόμος ἐστὶ σιγᾶν διὰ βίου· τὸν δὲ κατορθώσαντα ἄφορον καὶ ἀτελῆ κρίνουσι. 2. Δεύτερον δὲ μέρος εἶναι τὸ τῶν γεωργῶν, οἳ πλεῖστοί τέ εἰσι καὶ ἐπιεικέστατοι, οἱ ἐν ἀστρατείᾳ καὶ ἀδείᾳ τοῦ ἐργάζεσθαι πόλει μὴ προσιόντες, μηδ ̓ ἄλλῃ χρείᾳ, μηδ ̓ ὀχλήσει κοινῇ· πολλάκις γοῦν ἐν τῷ αὐτῷ χρόνῳ καὶ τόπῳ, τοῖς μὲν παρατετάχθαι συμβαίνει καὶ διακινδυνεύειν πρὸς τοὺς πολεμίους· οἱ δ ̓ ἀροῦσιν, ἢ σκάπτουσιν ἀκινδύνως, προμάχους ἔχοντες ἐκείνους. Ἔστι δ ̓ ἡ χώρα βασιλικὴ πᾶσα· μισθοῦ δ ̓ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν. 3. Τρίτον τὸ τῶν ποιμένων καὶ θηρευτῶν, οἷς μόνοις ἔξεστι θηρεύειν καὶ θρεμματοτροφεῖν, ὤνιά τε παρέχειν καὶ μισθοῦ ζεύγη· ἀντὶ δὲ τοῦ τὴν γῆν ἐλευθεροῦν θηρίων καὶ τῶν σπερμολόγων ὀρνέων μετροῦνται παρὰ τοῦ βασιλέως σῖτον, πλάνητα καὶ σκηνίτην νεμόμενοι βίον.