Ancient Greek · ~20 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 40.1
Not analysed yet
Περὶ δὲ τῶν φιλοσόφων λέγων (sc. Μεγασθένης) τοὺς μὲν ὀρεινοὺς αὐτῶν φησιν ὑμνητὰς εἶναι τοῦ Διονύσου, δεικνύντας τεκμήρια τὴν ἀγρίαν ἄμπελον παρὰ μόνοις αὐτοῖς φυομένην καὶ κιττὸν καὶ δάφνην καὶ μυρρίνην καὶ πύξον καὶ ἄλλα τῶν ἀειθαλῶν, ὧν μηδὲν εἶναι πέραν τοῦ Εὐφράτου, πλὴν ἐν παραδείσοις σπάνια καὶ μετὰ πολλῆς ἐπιμελείας σωζόμενα. Διονυσιακὸν δὲ καὶ τὸ σινδονοφορεῖν καὶ τὸ μιτροῦσθαι καὶ μυροῦσθαι καὶ βάπτεσθαι ἄνθινα καὶ τοὺς βασιλέας κωδωνοφορεῖσθαι καὶ τυμπανίζεσθαι κατὰ τὰς ἐξόδους. Τοὺς δὲ πεδιασίους τὸν Ἡρακλέα τιμᾶν. [Ταῦτα μὲν οὖν μυθώδη καὶ ὑπὸ πολλῶν ἐλεγχόμενα, καὶ μάλιστα [τὰ] περὶ τῆς ἀμπέλου καὶ τοῦ οἴνου, πέραν γὰρ τοῦ Εὐφράτου καὶ τῆς Ἀρμενίας ἐστὶ πολλή· καὶ ἡ Μεσοποταμία ὅλη καὶ ἡ Μηδία ἑξῆς μέχρι καὶ Περσίδος καὶ Καρμανίας· τούτων δὲ τῶν ἐθνῶν ἑκάστου πολὺ μέρος εὐάμπελον καὶ εὔοινον λέγεται.] Ἄλλην δὲ διαίρεσιν ποιεῖται περὶ τῶν φιλοσόφων, δύο γένη φάσκων, ὧν τοὺς μὲν Βραχμᾶνας καλεῖ, τοὺς δὲ Σαρμάνας (codd. Γαρμᾶνας). Τοὺς μὲν οὖν Βραχμᾶνας εὐδοκιμεῖν μᾶλλον, μᾶλλον γὰρ καὶ ὁμολογεῖν ἐν τοῖς δόγμασιν· ἤδη δ ̓ εὐθὺς καὶ κυομένους ἔχειν ἐπιμελητὰς, λογίους ἄνδρας· οὓς προσιόντας λόγον μὲν ἐπᾴδειν δοκεῖν καὶ τὴν μητέρα καὶ τὸν κυόμενον εἰς εὐτεκνίαν· τὸ δ ̓ ἀληθὲς, σωφρονικάς τινας παραινέσεις καὶ ὑποθήκας διδόναι· τὰς δ ̓ ἥδιστα ἀκροωμένας, μᾶλλον εὐτέκνους εἶναι νομίζεσθαι. Μετὰ δὲ τὴν γένεσιν ἄλλους καὶ ἄλλους διαδέχεσθαι τὴν ἐπιμέλειαν, ἀεὶ τῆς μείζονος ἡλικίας χαριεστέρων τυγχανούσης διδασκάλων. Διατρίβειν δὲ τοὺς φιλοσόφους ἐν ἄλσει πρὸς τῆς πόλεως, ὑπὸ περιβόλῳ συμμέτρῳ, λιτῶς ζῶντας ἐν στιβάσι καὶ δοραῖς, ἀπεχομένους ἐμψύχων καὶ ἀφροδισίων, ἀκροωμένους λόγων σπουδαίων, μεταδιδόντας καὶ τοῖς ἐθέλουσι· τὸν δ ̓ ἀκροώμενον οὔτε λαλῆσαι θέμις, οὔτε χρέμψασθαι, ἀλλ ̓ οὐδὲ πτύσαι· ἢ ἐκβάλλεσθαι τῆς συνουσίας τὴν ἡμέραν ἐκείνην, ὡς ἀκολασταίνοντα. Ἔτη δ ̓ ἑπτὰ καὶ τριάκοντα οὕτως ζήσαντα ἀναχωρεῖν εἰς τὴν ἑαυτοῦ κτῆσιν ἕκαστον, καὶ ζῆν ἀδεῶς καὶ ἀνειμένως μᾶλλον, σινδονοφοροῦντα καὶ χρυσοφοροῦντα μετρίως ἐν ταῖς χερσὶ καὶ τοῖς ὠσὶ, προσφερόμενον σάρκας τῶν μὴ πρὸς τὴν χρείαν συνεργῶν ζῴων, δριμέων καὶ ἀρτυτῶν ἀπεχόμενον· γαμεῖν δ ̓ ὅτι πλείστας εἰς πολυτεκνίαν· ἐκ πολλῶν γὰρ καὶ τὰ σπουδαῖα πλείω γίνεσθαι ἄν· ἀδούλοις οὖσί τε τὴν ἐκ τέκνων ὑπηρεσίαν ἐγγυτάτω οὖσαν πλείω δεῖν παρασκευάζεσθαι. Ταῖς δὲ γυναιξὶ ταῖς γαμεταῖς μὴ συμφιλοσοφεῖν τοὺς Βραχμᾶνας· εἰ μὲν μοχθηραὶ γένοιντο, ἵνα μή τι τῶν οὐ θεμιτῶν ἐκφέροιεν εἰς τοὺς βεβήλους, εἰ δὲ σπουδαῖαι, μὴ καταλείποιεν αὐτούς· οὐδένα γὰρ ἡδονῆς καὶ πόνου καταφρονοῦντα, ὡς δ ̓ αὕτως ζωῆς καὶ θανάτου, ἐθέλειν ὑφ ̓ ἑτέρῳ εἶναι· τοιοῦτον δ ̓ εἶναι τὸν σπουδαῖον καὶ τὴν σπουδαίαν. Πλείστους δ ̓ αὐτοῖς εἶναι λόγους περὶ θανάτου· νομίζειν γὰρ δὴ τὸν μὲν ἐνθάδε βίον ὡς ἂν ἀκμὴν κυομένων εἶναι· τὸν δὲ θάνατον γένεσιν εἰς τὸν ὄντως βίον καὶ τὸν εὐδαίμονα τοῖς φιλοσοφήσασι· διὸ τῇ ἀσκήσει πλείστῃ χρῆσθαι πρὸς τὸ ἑτοιμοθάνατον· ἀγαθὸν δὲ ἢ κακὸν μηδὲν εἶναι τῶν συμβαινόντων ἀνθρώποις· οὐ γὰρ ἂν τοῖς αὐτοῖς τοὺς μὲν ἄχθεσθαι, τοὺς δὲ χαίρειν, ἐνυπνιώδεις ὑπολήψεις ἔχοντας, καὶ τοὺς αὐτοὺς τοῖς αὐτοῖς τοτὲ μὲν ἄχθεσθαι, τοτὲ δ ̓ αὐ χαίρειν μεταβαλλομένους. Τὰ δὲ περὶ φύσιν, τὰ μὲν εὐήθειαν ἐμφαίνεις φησίν· ἐν ἔργοις γὰρ αὐτοὺς κρείττους ἢ λόγοις εἶναι, διὰ μύθων τὰ πολλὰ πιστουμένους· περὶ πολλῶν δὲ τοῖς Ἕλλησιν ὁμοδοξεῖν (cf. fr. 41)· ὅτι γὰρ γενητὸς ὁ κόσμος καὶ φθαρτὸς, λέγειν κἀκείνους, καὶ ὅτι σφαιροειδής· ὅ τε διοικῶν αὐτὸν καὶ ποιῶν θεὸς δι ̓ ὅλου διαπεφοίτηκεν αὐτοῦ· ἀρχαὶ δὲ τῶν μὲν συμπάντων ἕτεραι, τῆς δὲ κοσμοποιίας τὸ ὕδωρ· πρὸς δὲ τοῖς τέτταρσι στοιχείοις πέμπτη τίς ἐστι φύσις, ἐξ ἧς ὁ οὐρανὸς καὶ τὰ ἄστρα· γῆ δ ̓ ἐν μέσῳ ἵδρυται τοῦ παντός· καὶ περὶ σπέρματος δὲ καὶ ψυχῆς ὅμοια λέγεται, καὶ ἄλλα πλείω· παραπλέκουσι δὲ καὶ μύθους, ὥσπερ καὶ Πλάτων περί τε ἀφθαρσίας ψυχῆς, καὶ τῶν καθ ̓ ᾅδου κρίσεων, καὶ ἄλλα τοιαῦτα. Περὶ μὲν τῶν Βραχμάνων ταῦτα λέγει. Τοὺς δὲ Σαρμάνας, τοὺς μὲν ἐντιμοτάτους Ὑλοβίους φησὶν ὀνομάζεσθαι, ζῶντας ἐν ταῖς ὕλαις ἀπὸ φύλλων καὶ καρπῶν ἀγρίων, ἐσθῆτας δ ̓ ἔχειν ἀπὸ φλοιῶν δενδρείων, ἀφροδισίων χωρὶς καὶ οἴνου· τοῖς δὲ βασιλεῦσι συνεῖναι, δι ̓ ἀγγέλων πυνθανομένοις περὶ τῶν αἰτίων, καὶ δι ̓ ἐκείνων θεραπεύουσι καὶ λιτανεύουσι τὸ θεῖον. Μετὰ δὲ τοὺς Ὑλοβίους δευτερεύειν κατὰ τιμὴν τοὺς ἰατρικοὺς, καὶ ὡς περὶ τὸν ἄνθρωπον φιλοσόφους, λιτοὺς μὲν, μὴ ἀγραύλους δὲ, ὀρύζῃ καὶ ἀλφίτοις τρεφομένους, ἃ παρέχειν αὐτοῖς πάντα τὸν αἰτηθέντα καὶ ὑποδεξάμενον ξενίᾳ· δύνασθαι δὲ καὶ πολυγόνους ποιεῖν, καὶ ἀρρενογόνους, καὶ θηλυγόνους διὰ φαρμακευτικῆς· τὴν δὲ ἰατρείαν διὰ σιτίων τὸ πλέον, οὐ διὰ φαρμάκων ἐπιτελεῖσθαι· τῶν φαρμάκων δὲ μάλιστα εὐδοκιμεῖν τὰ ἐπίχριστα καὶ τὰ καταπλάσματα· τἄλλα δὲ κακουργίας πολὺ μετέχειν. Ἀσκεῖν δὲ καὶ τούτους κἀκείνους καρτερίαν, τήν τε ἐν πόνοις καὶ τὴν ἐν ταῖς ὑπομοναῖς, ὥστ ̓ ἐφ ̓ ἑνὸς σχήματος ἀκίνητον διατελέσαι τὴν ἡμέραν ὅλην. Ἄλλους δ ̓ εἶναι τοὺς μὲν μαντικοὺς καὶ ἐπῳδοὺς καὶ τῶν περὶ τοὺς κατοιχομένους λόγων καὶ νομίμων ἐμπείρους, ἐπαιτοῦντας καὶ κατὰ κώμας καὶ πόλεις· τοὺς δὲ χαριεστέρους τῶν καθ ̓ ᾅδου θρυλουμένων, ὅσα δοκεῖ πρὸς εὐσέβειαν καὶ ὁσιότητα· συμφιλοσοφεῖν δ ̓ ἐνίοις καὶ γυναῖκας, ἀπεχομένας καὶ αὐτὰς ἀφροδισίων.