Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 39-2
Not analysed yet
Μεγασθένης δὲ καὶ ἀτρεκέας εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει, τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ ἕνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύοιεν· κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες ὀλίγον τῆς γῆς ὀρύσσουσιν· (6) ἐκείνους δὲ, εἶναι γὰρ ἀλωπέκων μέζονας, πρὸς λόγον τοῦ μεγέθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν. (7) Ἀλλὰ Μεγασθένης ἀκοὴν ἀπηγέεται.