Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 42
Not analysed yet
Μεγασθένης δ ̓ ἐν μὲν τοῖς φιλοσόφοις οὐκ εἶναι δόγμα φησὶν ἑαυτοὺς ἐξάγειν· τοὺς δὲ ποιοῦντας τοῦτο, νεανικοὺς κρίνεσθαι, τοὺς μὲν σκληροὺς τῇ φύσει φερομένους ἐπὶ πληγὴν ἢ κρημνὸν, τοὺς δ ̓ ἀπόνους ἐπὶ βυθὸν, τοὺς δὲ πολυπόνους ἄπαγχομένους, τοὺς δὲ πυρώδεις εἰς πῦρ ὠθουμένους, οἷος ἦν καὶ ὁ Κάλανος, ἀκόλαστος ἄνθρωπος, καὶ ταῖς Ἀλεξάνδρου τραπέζαις δεδουλωμένος· τοῦτον μὲν οὖν ψέγεσθαι, τὸν δὲ Μάνδανιν ἐπαινεῖσθαι, ὃς τῶν τοῦ Ἀλεξάνδρου ἀγγέλων καλούντων πρὸς τὸν Διὸς υἱὸν, πειθομένῳ τε δῶρα ἔσεσθαι ὑπισχνουμένων, ἀπειθοῦντι δὲ κόλασιν· μήτε ἐκεῖνον φαίη Διὸς υἱὸν, ὅς γε ἄρχει μηδὲ πολλοστοῦ μέρους τῆς γῆς· μηδὲ αὐτῷ δεῖν τῶν παρ ̓ ἐκείνου δωρεῶν, ᾧ οὐδεὶς κόρος· μήτε δὲ ἀπειλῆς εἶναι φόβον, ᾧ ζῶντι μὲν ἀρκοῦσα εἴη τροφὸς ἠ Ἰνδικὴ, ἀποθανόντι δὲ ἀπαλλάξαιτο τῆς σαρκὸς ἀπὸ γήρως τετρυχωμένης, μεταστὰς εἰς βελτίων καὶ καθαρώτερον βίον· ὥστ ̓ ἐπαινέσαι τὸν Ἀλέξανδρον καὶ συγχωρῆσαι.