Ancient Greek
1 to 3
Melanthius Eleg. et Trag., Fragmentum 1-3
Unproofread scanNot analysed yet
Αὐτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε Κεκροπίαν κόσμησ’ ἡμιθέων ἀρεταῖς. Plut. vit. Cim. c. 4: Κίμων ὁ Μιλτιάδου μητρὸς ἦν Ἡγησιπύλης, γένος Θρᾴττης, θυγατρὸς Ὀλόρου τοῦ βασιλέως, ὡς ἐν τοῖς Ἀρχελάου καὶ Μελανθίου ποιήμασιν εἰς αὐτὸν Κίμωνα γεγραμμένοις ἱστόρηται. Plut. vit. Cim. c. 4: οὐ μὴν ἀλλὰ καὶ ὅλως φαίνεται τοῖς περὶ τὰς γυναῖκας ἐρωτικοῖς ὁ Κίμων ἔνοχος γενέσθαι· καὶ γὰρ Ἀστερίας τῷ γένει Σαλαμινίας καὶ πάλιν Μνήστρας τινὸς ὁ ποιητὴς Μελάνθιος μνημονεύει πρὸς τὸν Κίμωνα παίζων δι’ ἐλεγείας σπουδαζομένων ὑπ’ αὐτοῦ.