Ancient Greek · ~4 min
1 to 5
MELANTHIUS, Fragmenta 1-5
Not analysed yet
Μελάνθιος ἐν βʹ Ἀτθίδος εἰπὼν σεισμὸν γεγονέναι φησί· «Καὶ ἔγρυπεν ἡ γῆ.» Ἀπολλόδωρος δἐ ἐν τοῖς Περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην, διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δ ̓ ἐν τῷ Περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων, καὶ τρίγλην καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. Ἔθος γὰρ ἦν, ἐν οἷς τις (ἱματίοις) μυηθείη, εἰς θεοῦ τινος (ταῦτα) ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων· «Πάτριόν ἐστι ταῖς ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.» Οὗτος (sc. Διαγόρας ὁ Μήλιος) μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθήναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. Τοῦτο οὖν ἐκήρυξαν κατ ̓ αὐτοῦ Ἀθηναῖοι καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων. Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων προφέρεται τῆς χαλκῆς στήλης καὶ ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν καὶ αὐτὸν καὶ τοὺς [μὴ̣] ἐκδιδόντας Πελλανεῖς, ἐν ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις ζῶντα ἀγάγῃ, λαμβάνειν δύο.