Ancient Greek
1.159.1.1 to 1.159.1.18
Melissus, Testimonia 1.159.1.1-18
Unproofread scanNot analysed yet
974a καὶ ὁμοιον πάντῃ ἀκίνητον εἶναι τὸ ἕν· οὐ γὰρ ἂν κινηθῆναι μὴ εἰς τι ὑποχωρήσων. ὑποχωρῆσαι δὲ ἀνάγκην εἶναι ἤτοι εἰς πλήρες ἢν ἢ εἰς κενόν· τούτων δὲ τὸ μὲν οὐχ ἂν δέξασθαι [τὸ πλήρες], τὸ δὲ οὐκ εἶναι οὐδὲν [ἢ τὸ κενόν]. τοιούτων δὲ ὃν τὸ ἕν ἀνώδυνόν τε καὶ ἀναλγητον ὑμῖς· τε καὶ ἀνοσον εἶναι, οὔτε μεταχωροῦμενον θεᾶει οὔτε ἑτεροιοῦμενον εἴδει οὔτε μινυόμενον ἄλλωι· κατὰ πάντα γὰρ ταῦτα πολλά τε τὸ ἕν γίγνεσθαι καὶ τὸ μὴ ὃν τεκνοῦσθαι καὶ τὸ ὃν φθείρεσθαι ἀναγκάζεσθαι· ταῦτα δὲ ἀδύνατα εἶναι. καὶ γὰρ εἰ τῶι μεμίχθαι τὸ ἕν ἐκ πλειόνων λέγοιτο, καὶ εἴη πολλά τε καὶ κινούμενα εἰς ἄλληλα τὰ πράγματα, καὶ ἢ μίξις ἢ ὡς ἕν ἐνὶ σύνθεσις εἴη τῶν ἐπλεόνων ἢ τῆι ἐπαλλάξει οἷον ἐπιπρόσθησις γίγνοιτο τῶν μιχθέντων· ἐκεῖνως μὲν ἂν διάσθηλα χωριζόντων εἶναι τὰ μιχθέντα, ἐπιπροσθήσεως δ’ οὔσης ἐν τῇ τριψει γίγνεσθαι ἂν ἕκαστα φανερὰ ἀφαιρουμένων τῶν πρώτων τὰ ὑπ’ ἄλληλα τεθέντα τῶν μιχθέντων· ὧν οὐδέτερον συμβαίνειν. διὰ τούτων δὲ τῶν τρόπων κἂν εἶναι πολλά κἂν ἡμῖν ὡieto φαίνεσθαι μόνως. ὥστε ἐπειδὴ οὐχ οἷόν τε οὕτως, οὐδὲ πολλά δυνατὸν εἶναι τὰ ὄντα, ἀλλὰ ταῦτα δοκεῖν οὐκ ὀρθῶς. πολλά γὰρ καὶ ἄλλα κατὰ τὴν αἴσθησιν φαντάζεσθαι [ἀπατᾶν]· λόγον δ’ οὐτ’ ἐκεῖν’ αἴρειν, ταῦτα γίγνεσθαι, οὔτε πολλά εἶναι τὸ ὃν, ἀλλὰ ἕν ἀδιόν τε καὶ ἀπειρον καὶ πάντῃ ὁμοιον αὐτὸ αὐτῶ. ἄρ’ οὖν δεῖ πρῶτον μὴ πᾶσαν λαβόντα δόξαν ἀρχεσθαι, ἀλλ’ αἱ μάλιστὰ εἶσι βέβαιοι; ὡστ’ εἰ μὲν ἅπαντα τὰ δοκοῦντα μὴ ὀρθῶς ὑπολαμβάνεται, οὐδὲν ὅσως προσήκει οὐδὲ τούτῳ προσχρήσθαι τῶι δόγματι, οὐχ ἂν ποτε οὐδὲν γένοιτο ἐκ μηδενός. μία γὰρ τις ἐστι δόξα, καὶ αὐτὴ τῶν οὐκ ὀρθῶν, ἣν ἐκ τοῦ αἰσθάνεσθαι πως ἐπὶ πολλῶν πάντως ὑπελήφαμεν.