Ancient Greek
1.160.1
Melissus, Testimonia 1.160.1
Unproofread scanNot analysed yet
ὑπ’ ἀλλήλων ταῦτα. ἀλλὰ τί μᾶλλον οὕτως ἂν ἔχοι; ὥσπερ τε κἂν φαίη τις τούτοις τάναντία. οὔτε γὰρ δεῖξας ὅτι ὁρθῇ δόξα, ἀφ’ ἧς ἄρχεται, οὔτε μᾶλλον βέβαιον ἢ περὶ ἧς δείκνυσι λαβὼν, διελέχθη. μᾶλλον γὰρ ὑπολαμβάνεται εἰκὸς εἶναι γίγνεσθαι ἐκ μὴ ὄντος ἢ μὴ πολλὰ εἶναι. λέγεται τε καὶ σφόδρα ὑπὲρ αὐτῶν γίγνεσθαι τε τὰ μὴ ὄντα, καὶ ἤ γεγενηκέναι πολλά ἐκ μὴ ὄντων, καὶ οὐχ ὅτι οἱ τυγχάνοντες, ἀλλὰ καὶ τῶν δοξάζων τινὲς εἶναι σοφῶν εἰρήκασιν. αὐτίκα δ’ Ἡσίοδος ‘πάντων μὲν πρῶτον, φησί, Χάος ἐγένετο, αὐτὰρ ἔπειτα Γαῖα εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ ἧδ’ Ἥρος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοισι’ [Theog. 116. 117. 120]. τὰ δ’ ἄλλα φησὶ γενέσθαι (ἐκ τούτων), ταῦτα δὲ ἐξ οὐδενός. πολλοι